[ ] Phokis — Delphi — 225/224 or 221/220 BC? — BCH 7.1883.416 — SGDI 2524
1 θεοί.
ἐπὶ Καλλία ἄρχοντος, πυλαίας ὀπωρινῆς, ἱερομνημονούν-
των Αἰτωλῶν Λύκου, Ἀλέξωνος, Ἀνδροσθενίδα, Ἀντάν-
δρου, Τεισάρχου, Ἐξακέστου, Δεινύλου, Δαμοκράτεος, Ἀξιόχου,
5 *)AMUNA/NDROU, *)ARISTOMA/XOU, *)ORQAGO/RA, *LUKE/A, *SWTU/LOU:
Δελφῶν Νικία, Ὀρέστα· Βοιωτῶν Ἀλκινόου, Πτωιοκλέους·
Χίου Διδυμάρχου· ἔδοξε τοῖς ἱερομνάμοσιν, Ἑρμίαι Χαριξέ-
νου οἰκοῦντι ἐν Δελφοῖς ἀσφάλειαν καὶ προδικίαν εἶναι
καὶ ἀτέλειαν τῶν τε ἄλλων πάντων καὶ τᾶν χοραγιᾶν
10 ἇν τοὶ Δελφοὶ ἄγοντι, αὐτῶι καὶ ἐκγόνοις, ἐπεὶ χρείας
παρεχόμενος διατελεῖ τοῖς ἱερομνάμοσιν ἔν τε Πυ-
λαίαι καὶ ἐν Δελφοῖς ἀνεγκλήτως· εἰ δέ τίς κα αὐ-
τοὺς ἀδικῆι ἢ πράσσηι τι παρὰ τὸ δόγμα, τοὺς ἱερομ-
[ν]άμονας τοὺς ἐνάρχους ὄντας ἀεὶ τὰν ἐπιμέλειαν
15 ὑπὲρ αὐτῶν ποιεῖσθαι καὶ μὴ ἐπιτρέπειν καὶ καταδικά-
ζοντας καὶ πράσσοντας κυρίους εἶμεν κατὰ τῶν πρα-
σσόντων αὐτούς.
Search Help
Contact Us