[ ]
Phokis — Delphi — 225/224 or 221/220 BC? — BCH 7.1883.416 — SGDI 2524
1 | θεοί. |
ἐπὶ Καλλία ἄρχοντος, πυλαίας ὀπωρινῆς, ἱερομνημονούν- | |
των Αἰτωλῶν Λύκου, Ἀλέξωνος, Ἀνδροσθενίδα, Ἀντάν- | |
δρου, Τεισάρχου, Ἐξακέστου, Δεινύλου, Δαμοκράτεος, Ἀξιόχου, | |
5 | Ἀμυνάνδρου, Ἀριστομάχου, Ὀρθαγόρα, Λυκέα, Σωτύλου· |
Δελφῶν Νικία, Ὀρέστα· Βοιωτῶν Ἀλκινόου, Πτωιοκλέους· | |
Χίου Διδυμάρχου· ἔδοξε τοῖς ἱερομνάμοσιν, Ἑρμίαι Χαριξέ- | |
νου οἰκοῦντι ἐν Δελφοῖς ἀσφάλειαν καὶ προδικίαν εἶναι | |
καὶ ἀτέλειαν τῶν τε ἄλλων πάντων καὶ τᾶν χοραγιᾶν | |
10 | ἇν τοὶ Δελφοὶ ἄγοντι, αὐτῶι καὶ ἐκγόνοις, ἐπεὶ χρείας |
παρεχόμενος διατελεῖ τοῖς ἱερομνάμοσιν ἔν τε Πυ- | |
λαίαι καὶ ἐν Δελφοῖς ἀνεγκλήτως· εἰ δέ τίς κα αὐ- | |
τοὺς ἀδικῆι ἢ πράσσηι τι παρὰ τὸ δόγμα, τοὺς ἱερομ- | |
[ν]άμονας τοὺς ἐνάρχους ὄντας ἀεὶ τὰν ἐπιμέλειαν | |
15 | ὑπὲρ αὐτῶν ποιεῖσθαι καὶ μὴ ἐπιτρέπειν καὶ καταδικά- |
ζοντας καὶ πράσσοντας κυρίους εἶμεν κατὰ τῶν πρα- | |
σσόντων αὐτούς. |