[ ]
Phokis — Delphi — 229-222 BC? — FD 3:4.351, ll.11-29
1 | [ἐπὶ Νικάρχου ἄρχοντος ἐν Δε]λφοῖς, π[υλαίας ὀπωρινῆς, ἔδοξεν τοῖς Ἀμφι]κτίοσιν· ὅπως ἂν ἡ θυσία τῶι Διονύσωι |
[τῶι Καδμείωι καὶ οἱ ἀ]γῶνες οὓς σ[υντελεῖ ἡ πόλις τῶν Θηβαίων καὶ τὸ κ]οινὸν τῶν τεχνιτῶν τῶν εἰς Ἰσθμὸν | |
[καὶ Νεμέαν συμπορευο]μένων γίνητ[αι ὡς κάλλιστα, ἐπιμελεῖσθαι] τοὺς ἱερομνήμονας οἳ ἂν ὦσιν ἐν τῶι | |
[ἐνιαυτῶι ἐν ὧι ἂν αἱ τ]ριετηρίδες κα[θήκωσιν (?) τῶι Διονύσωι τῶι Κα]δμείωι ἐν Θήβαις ὑπὲρ τοῦ | |
5 | [τὴν ἐκεχειρίαν ἄρχειν] ἐν τῆι ἡμέρα[ι ἧι ἂν ἡ πόλις τῶν Θηβαίων καὶ τὸ κοινὸν τῶν] τ̣[ε]χνιτῶ[ν] |
[ἐ]θελ[ήσω]σιν [— — — — — —c.45— — — — — — καθιστ(?)]ά̣ναι ἐν τ̣ῶ̣[ι] | |
ἱερῶι παρὰ τὸν ση[κὸν τῆς Σεμέλης — — —c.25— — —· εἶ]ναι δὲ καὶ ἀσφάλειαν | |
καὶ ἀσυλίαν πᾶσι το[ῖς τεχνίταις τοῖς νεμηθεῖσιν εἰς τὴν θυσία]ν τῶν τριετηρίδων, | |
πένθ’ ἡμέρας πορευ[ομένοις, καὶ ἀπερχομένοις ἄλλας τοσαύτας, κ]αὶ ἕως ἂν ἡ πανήγυρις | |
10 | γίνηται, καὶ αὐτοῖς κ[αὶ τοῖς συνεργαζομένοις αὐτοῖς πα]νταχοῦ· ἐὰν δέ τις παρὰ ταῦτα |
ἄγηι τινὰ ἢ ῥυσιάζηι, ὑ[πόδικος ἔστω ἐν Ἀμφικτίο]σιν· εἶναι δὲ καὶ τὸ ἱερὸν τοῦ | |
Διονύσου τοῦ Καδμείου [τὸ ἐν Θήβαις ἀπὸ πάντων ἄ]συλον καθάπερ καὶ τὸ ἐν Δελφοῖς· | |
τὴν δὲ θυσίαν καὶ ἐκεχε[ιρίαν ἐπαγγέλλειν] ἐ̣πὶ τὰς πόλεις τήν τε τῶν Θηβαίων | |
πόλιν καὶ τοὺς τεχνίτας· κ[υρίους δ’ εἶναι οἰκονο]μοῦντας τὰ κατὰ τὸ ἱερὸν τόν τε ἱερέα τοῦ | |
15 | Διονύσου καὶ τοὺς ἐπιμελ[ητὰς τοὺς ὑπὸ τῶ]ν τεχνιτῶν εἱρημένους καὶ τὸν ἀγωνοθέτην |
Θηβαίων· ἀναγράψαι δὲ τὸν [γραμματέα τόδ]ε τὸ ψήφισμα ἐν στήλαις δυσὶν καὶ ἀναθεῖναι | |
τὴν μὲν ἐν Δελφοῖς ἐν τῶ[ι ἱερῶι τοῦ Ἀπόλλωνο]ς ὅπου ἂν δοκῆι ἐγ καλλίστωι εἶναι, τὴν δὲ | |
ἐν Θήβαις παρὰ τὸν σηκὸ[ν τῆς Σεμέλης· ἀνα]θεῖναι δὲ καὶ τῶν ἄλλων ἱερῶν ὅπου ἂν | |
δοκῆι ἐν καλλίστωι εἶναι. {²vac.}² |