[ ]
Phokis — Delphi — 229-222 BC? — Wescher--Foucart (1863), no. 2 — SGDI 2525
1 | ἐπὶ Νικάρχου ἄρχοντος ἐν Δελφοῖς, πυλαίας ὀπωρινῆς, |
ἱερομ̣νημον̣ούντων Αἰτωλῶν Ἀριστάρ[χ]ου, Πρα̣μίου, Ἐχε- | |
τάρμου, Εὐτέλευς, Μενεσάνδρου, Κομαίθου, Ἀλέξωνος, | |
Μενάρχου, Ἀλέξωνος, Σίμου, Οἰνοκλέα, Θορίωνος, Λαττύπου, Νιοκστράτου· | |
5 | Χίου Μητροδώρου· Δελφῶν Ἵππωνος, Ἀντάνδρου· Βοιωτῶν Μέλω- |
νος, Θευφάνεος· ἔδοξε τοῖς ἱερομνήμοσι· ἐπειδὴ Θευκλῆς Τιμο- | |
λόχου καὶ Κλεόμαχος Ἀρχελάου Αἰγιεῖς χρείας παρέχον- | |
ται τοῖς Ἀμφικτίοσι, δεδόσθαι αὐτοῖς καὶ ἐγγόνοις ἀσφάλειαν, | |
προδικίαν, ἀσυλίαν, ἀτέλειαν, προεδρίαν ἐμ π[ᾶ]σι τοῖς | |
10 | ἀγῶσιν οἷς τίθεντι Ἀμ̣φ̣ικτίονες. |