[ ] Phokis — Delphi — 238/7 BC? — FD 3:3.218A-B
1 θ[ε]ο[ί].
ἄρχοντος ἐν Δελφοῖς [— —c.10— —, πυ]λαίας [ὀ]πωρινῆς, ἱερομνημονούντων Αἰ-
τωλῶν Ἀρισστολάου, Α[— — —c.15— — —]ρχου, Φαλάκρου, Ἀλεξαμενοῦ, Πολυστρ-
άτου, Κλεάνδρου, Λανί[κου — — —c.16— — —]υκρίτου· Δελφῶν Ἀρχίππου, Ἡρακλεί-
5 δου· Βοιωτῶν Λυσαν[— —c.10— —· Χίων Τιμοκρά]τους· ἔδοξε τοῖς ἱερομνήμοσιν· ἐπ-
ειδὴ Τιμοκράτης Τ[— —c.9— —ς Χῖος ἀποσταλεὶς ἱ]ερομνήμων ὑπὸ τᾶς πόλιος τᾶς Χίων
τά τε κατὰ τὰς θυσ̣[ίας συνετέλεσε λαμπρῶς καὶ] φιλοτίμως, πλείσσταν ἐπιμέλει-
αν ποιούμενος τ[ᾶς εἰς τὸ δαιμόνιον εὐσεβείας, τά]ς τε δίκας μετὰ τῶν συνιερο-
μναμόνων τὰς μ[ὲν διέλυσε, τὰς δὲ διέκρινε δικαί]ως καὶ κατὰ τοὺς νόμους, τῶν τε
10 ἀγώνων συνεπ̣[εμελήθη τοῖς συνιερομνήμοσιν κατ]ὰ τὸ δόγμα τῶν Ἀμφικτυόν-
[ω]ν ἀξ̣ί̣ω̣ς τ̣ᾶ̣[ς τοῦ θεοῦ τιμᾶς καὶ τᾶς πόλιος τᾶς Χίων καὶ δι]ετέλει χρείας παρεχό-
[μενος πάντοις τοῖς ἀφικνουμένοις εἰς τὰμ πόλιν ἀπόδειξιν] π̣[οιού]μενος τᾶς εὐνοί-
[ας ἃν ἔχει ποτὶ τὸ ἔθνος τῶν Αἰτωλῶν καὶ τοὺς ἄλλους Ἀμφικτύονας, ἔν τε τᾶι] λ̣ο̣ι̣[πᾶι]
[ἀρχᾶι {etc.}]
15 [․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․․ τοῖς εὐεργετούντοις τὸν θεὸν καὶ τὸ κ]οινὸν τῶ[ν Ἀμφικτυό]-
[νων· ὑπάρχειν δὲ τὰς αὐτὰς τιμὰς καὶ τοῖς ἐκγόνοις αὐτο]ῦ· ὅπως δὲ καὶ δια[μένηι]
[τούτων ὑπόμναμα εἰς τὸν ἅπαντα χρόνον, ἀναγράψαι τ]όδε τὸ δόγμα ἐς στάλα[ς λι]-
[θίνας δύο, καὶ στᾶ]σαι τὰν μὲν [ἐν Δ]ελφοῖς ἐ[ν τῶι ἱερῶι τοῦ Ἀπό]λλωνος, τὰ<ν> δὲ ἐτέρα<ν>
[ἐν Χίωι, τὸ δὲ ἀνά]λωμα δόμεν τὸν γραμματῆ [τῶν ἱερομναμόνω]ν.
Search Help