[ ]
Phokis — Delphi — 245-241 BC? — SIG(3) 444E
1 | θεοί. |
ἐπὶ Πραό[χ]ου ἄρχοντος, ἱερομνημ̣ονούντων Αἰτωλῶν Δαμοτίμου, Ἀνδρέα, Λευκία, Δίωνος, Δαμοτίμου, Φιλονίκου, Τιμαίου, | |
Μ̣νασία, Θευδότου· Κλεοκύδου Χίου· Δελφ̣ῶν Ἡρακλείδου, Εὐθυδίκου· Βοιωτῶν Ἡροδάμου, Σωμκράτεος· Φωκέων Κλεωνίσ̣κ[ου]· | |
ἔδοξε τοῖς ἱερομνήμοσι· {²vac. 17}² ἐπειδὴ Καλλ[ικλ]ῆς ἱεροκηρυκεύων τῶι κοινῶι συνεδρίωι τῶν Ἀμφικτυόνω[ν], | |
5 | διατελεῖ χρείας παρεχόμενος τοῖς τε ἱερομνήμοσι καὶ τοῖς Ἀμφικτύοσι καὶ τοῖς ἄλλοις Ἕλλησιν ἅπασιν ἀνεγκλήτως, |
ἔδοξε τοῖς ἱερομνήμοσιν ἐπαινέσαι τε Καλλ[ικλ]ῆ Καλλικλέος Ἀθη[να]ῖον οἰκοῦντα ἐν Αἰτωλίαι καὶ στεφανῶσαι δά- | |
φνης στεφάνωι παρὰ τοῦ θεοῦ καὶ εἶναι αὐτῶι καὶ ἐκγόνοις προδικίαν, ἀσφάλειαν, ἀσυλίαν, ἀτέλειαν, καὶ προ- | |
εδρίαν ἐμ πᾶσι τοῖς ἀγῶσιν, οἷς τιθέασιν οἱ Ἀμφικτύονες. |