[ ] Phokis — Delphi — 246-241 BC? — SIG(3) 444D
1 θεοί.
ἐπὶ Πραό[χ]ου ἄρχοντος, ἱερομνημονούντων Αἰτωλῶν Λαδάμεος, Ἀγελόχου, [Λέ]ωνος, Ἀρίστωνος, Ἀλεξάνδρου, Τ̣ριχιν̣[․․],
Ἀλέξωνος, [Φύσκ]ου, Φιλοποίνου· Δημώνακτος Χίου· Δελφῶν Ταραντίνου, Ἐ[πικρ]ατίδα· Φωκέων Καλλικράτους· ἔδοξε τοῖς
ἱερομνήμοσι· {²vac. 17}² ἐπειδὴ Καλλικλῆς ἱεροκηρυκεύων τῶι κοινῶι συνεδρίωι τῶν Ἀμφικτυόνων διατελεῖ
5 χρείας παρεχόμενος τοῖς τε ἱερομνήμοσι καὶ τοῖς Ἀμφικτύοσι καὶ τοῖς ἄλλοις Ἕλλησιν ἄπασιν ἀνενκλήτως,
ἔδοξε τοῖς ἱερομνήμοσιν, ἐπαινέσαι τε [Κα]λλικλέα Καλλικλέ[ος] Ἀθηναῖον οἰκοῦντα ἐν Αἰτωλίαι καὶ στεφανῶσαι
δάφνης στεφάνωι παρὰ τοῦ θεοῦ καὶ εἶναι αὐτῶι καὶ ἐκγόνοις προδικίαν, ἀσφάλειαν, ἀσυλίαν, ἀτέλειαν καὶ προε-
δρίαν ἐμ πᾶσι τοῖς ἀγῶσιν, οἷς τιθέασιν οἱ Ἀμφικτύονες.
Search Help
Contact Us