[ ] Phokis — Delphi — 246-241 BC? — SIG(3) 444B
1 θεοί.
ἐπὶ Ἀμύντα ἄρχοντος, ἱερομνημονούντων Αἰτωλῶν Ἀριστοβούλου, Λέωνος, Ἀλε-
ξάνδρου, Νικιάδα, Γεννάδα, Παιδία, Ἀλαθίωνος, Νικοβούλου, Ἀντιλέωνος· Κωνωπίωνος
Χίου· Δελφῶν Νικομάχου, Ἀγάθωνος· Βοιωτῶν Θαρσία, Τιμόλα· Φωκέων Στράτωνος· ἔδοξε τοῖς ἱε-
5 ρομνήμοσι καὶ τοῖς ἀγορατροῖς· ἐπειδὴ Καλλικλῆς ἱεροκηρυκεύων τῶι κοινῶι συνεδρίωι τῶν Ἀμ-
φικτυόνων διατελεῖ χρείας παρεχ̣όμενος τοῖς τε ἱερομνήμοσι καὶ τοῖς Ἀμφικτύοσι καὶ τοῖς ἄλ-
λοις Ἕλλησιν ἅπασιν ἀνενκλήτως, ἔδοξε τοῖς ἱερομν[ήμ]οσιν, ἐπαινέσαι τε Καλλικλῆ̣ Καλλικλέ-
ος Ἀθηναῖον οἰκοῦντα ἐν Αἰτωλίαι καὶ στεφανῶσαι δάφνης στεφάνωι παρὰ τοῦ θεοῦ καὶ εἶναι αὐτῶι
καὶ ἐκγόνοις προδικίαν, ἀσφάλειαν, ἀσυλίαν, ἀτέλειαν, καὶ προεδρίαν ἐμ πᾶσι τοῖς ἀγῶσιν οἷς τιθέα-
10 σιν οἱ Ἀμφικτίονες.
Search Help
Contact Us