[ ]
Phokis — Delphi — 246-241 BC? — SIG(3) 444B
1 | θεοί. |
ἐπὶ Ἀμύντα ἄρχοντος, ἱερομνημονούντων Αἰτωλῶν Ἀριστοβούλου, Λέωνος, Ἀλε- | |
ξάνδρου, Νικιάδα, Γεννάδα, Παιδία, Ἀλαθίωνος, Νικοβούλου, Ἀντιλέωνος· Κωνωπίωνος | |
Χίου· Δελφῶν Νικομάχου, Ἀγάθωνος· Βοιωτῶν Θαρσία, Τιμόλα· Φωκέων Στράτωνος· ἔδοξε τοῖς ἱε- | |
5 | ρομνήμοσι καὶ τοῖς ἀγορατροῖς· ἐπειδὴ Καλλικλῆς ἱεροκηρυκεύων τῶι κοινῶι συνεδρίωι τῶν Ἀμ- |
φικτυόνων διατελεῖ χρείας παρεχ̣όμενος τοῖς τε ἱερομνήμοσι καὶ τοῖς Ἀμφικτύοσι καὶ τοῖς ἄλ- | |
λοις Ἕλλησιν ἅπασιν ἀνενκλήτως, ἔδοξε τοῖς ἱερομν[ήμ]οσιν, ἐπαινέσαι τε Καλλικλῆ̣ Καλλικλέ- | |
ος Ἀθηναῖον οἰκοῦντα ἐν Αἰτωλίαι καὶ στεφανῶσαι δάφνης στεφάνωι παρὰ τοῦ θεοῦ καὶ εἶναι αὐτῶι | |
καὶ ἐκγόνοις προδικίαν, ἀσφάλειαν, ἀσυλίαν, ἀτέλειαν, καὶ προεδρίαν ἐμ πᾶσι τοῖς ἀγῶσιν οἷς τιθέα- | |
10 | σιν οἱ Ἀμφικτίονες. |