[ ] Phokis — Delphi — 246-242 BC? — Curtius, Anecdota (1843), no. 42 — SGDI 2509
1 θεοί.
ἐπὶ Νικαΐδα ἄρχοντος, ἱερομνημονούντων Αἰτωλῶν Στομᾶ, Φυσκίωνος, Φιλοδάμου, Πολεμάρ-
χου, Ἀλεξάνδρου, Σιμύλου, Ἁγήμονος, Στρατάγου, Σθεννέος· Ἀμφίκλου Χί̣ου· Δελφῶν Πραόχου,
Κλεομάντιος· Βοιωτῶν Ἀνδροκλέος, Ἀρίστωνος· Φωκέων Νικάνδρο<υ>· ἔδοξε τοῖς ἱερομνήμο-
5 σι καὶ τοῖς ἀγορατροῖς· ἐπειδὴ Καλλικλῆς ἱεροκηρυκεύων τῶι κοινῶι συνεδρίωι τῶν Ἀμφικτυόνων
διατελεῖ χρείας παρεχόμενος τοῖς τε ἱερομνήμοσι καὶ τοῖς Ἀμφικτύοσι καὶ τοῖς ἄλλοις Ἕλλησιν
ἅπασιν ἀνενκλήτως, ἔδοξε τοῖς ἱερομνήμοσιν, ἐπαινέσαι τε Καλλικλῆ Καλλικλέος Ἀθηναῖ-
ον οἰκοῦντα ἐν Αἰτωλίαι καὶ στεφανῶσαι δάφνης στεφάνωι παρὰ τοῦ θεοῦ καὶ εἶν̣αι α̣ὐτῶι
καὶ ἐκγόνοις προδικίαν, ἀσφάλειαν, ἀσυλίαν, ἀτέλειαν καὶ προεδρίαν ἐμ πᾶσι τοῖς ἀγῶσιν
10 οἷς τιθέασιν οἱ Ἀμφικτίονες.
Search Help
Contact Us