[ ]
Phokis — Delphi — 246-242 BC? — Curtius, Anecdota (1843), no. 42 — SGDI 2509
1 | θεοί. |
ἐπὶ Νικαΐδα ἄρχοντος, ἱερομνημονούντων Αἰτωλῶν Στομᾶ, Φυσκίωνος, Φιλοδάμου, Πολεμάρ- | |
χου, Ἀλεξάνδρου, Σιμύλου, Ἁγήμονος, Στρατάγου, Σθεννέος· Ἀμφίκλου Χί̣ου· Δελφῶν Πραόχου, | |
Κλεομάντιος· Βοιωτῶν Ἀνδροκλέος, Ἀρίστωνος· Φωκέων Νικάνδρο<υ>· ἔδοξε τοῖς ἱερομνήμο- | |
5 | σι καὶ τοῖς ἀγορατροῖς· ἐπειδὴ Καλλικλῆς ἱεροκηρυκεύων τῶι κοινῶι συνεδρίωι τῶν Ἀμφικτυόνων |
διατελεῖ χρείας παρεχόμενος τοῖς τε ἱερομνήμοσι καὶ τοῖς Ἀμφικτύοσι καὶ τοῖς ἄλλοις Ἕλλησιν | |
ἅπασιν ἀνενκλήτως, ἔδοξε τοῖς ἱερομνήμοσιν, ἐπαινέσαι τε Καλλικλῆ Καλλικλέος Ἀθηναῖ- | |
ον οἰκοῦντα ἐν Αἰτωλίαι καὶ στεφανῶσαι δάφνης στεφάνωι παρὰ τοῦ θεοῦ καὶ εἶν̣αι α̣ὐτῶι | |
καὶ ἐκγόνοις προδικίαν, ἀσφάλειαν, ἀσυλίαν, ἀτέλειαν καὶ προεδρίαν ἐμ πᾶσι τοῖς ἀγῶσιν | |
10 | οἷς τιθέασιν οἱ Ἀμφικτίονες. |