[ ] Phokis — Delphi — 230-220 BC — GGA 1913.173 — SEG 18.243
1 [․․․ ἐὰν δ]τις ἀγάγηι τινὰ παρὰ ταῦτα ἢ λάφυρον [․2-3․]
[․]ΗΙ κατὰ τούτων τινός, αἵ τε ἀρχαὶ αἱ ἐπὶ τῶν πόλεων κ[ύ]-
ριαι ἔστωσαν διακωλύειν τρόπωι ὧι ἂν βούλωνται, καὶ ὁ
ἀφαιρούμενος τὸν ἀγόμενον ἰδιώτης ἀζήμιος ἔστω
5 καὶ ἀγέτω ἐπὶ τὴν ἀρχήν, ἡ δὲ ἀρχὴ ἐπι κρινάτω κατὰ τὸ δό-
γμα τῶν Ἀμφικ<τ>υόνων· ἐὰν δέ τις π[ό]λις ἢ ἀρχεῖον ἢ ἰδιώ-
<τ>ης πράξηι παρὰ τὸ ψήφισμα τόδε, ἀποτεισάτω τῶι τε θεῶ[ι]
[χ]ιλίους στατῆρας ἱερούς, καὶ τῶι ἀχθέντι ἢ συληθέντι ἢ [ῥυ]-
σ̣ιασθέντι χιλίους στατῆρας· τὴν δὲ πρᾶξι̣ν̣ καὶ τὴ̣[ν ἐπιμέ]-
10 [λ]ειαν ὑπὲρ αὐτῶν ποιεῖσθαι τήν τε πό[λιν ἢ τὴ]ν̣ ἀρχὴν [καὶ]
τοὺς ἱερομνήμονας τοὺς ἀντιτυ[γχάνοντας καὶ τῶν]
ἄλλων Ἑλλήνων τὸν βουλόμ̣[ενον· ἐὰν δέ τις τὴν ἱερὰν (?)]
[χ]ώραν ἐνάψηι ἢ τὰ ὄρη τῆς [χώρας(?) — —c.10— —, ἀποτεισάτω]
χιλίους στατῆρας ΕΜ[— — — —c.22— — — — τοὺς]
15 ἱερομνήμονας ΕΠΙ̣[— — — —c.22— — — — ἀ]-
πὸ {²⁷ὑ]πὸ?}²⁷τοῦ σώματος ΗΜ̣[— — — —c.22— — — — πα]-
ραχρῆμα δικα[ζέσθω(?) — — — —c.22— — — —]
[— — — — — — {²traces}² — — — — — —]
Search Help
Contact Us