[ ] Phokis — Delphi — 260/259 or 263-259 BC? — FD 3:3.184
1 Πειθαγόρα ἄρχοντος, πυλαίας ὀπωρινῆς, ἱερομνημονούντων Αἰτωλῶν Τελέσωνος, Βίττου, Λεοντομένους, Δρωπάκου, Βού[κριος],
Ὁμάρου, Χηρία· Δελφῶν Λύσωνος, Ζακυνθίου· Φωκέων Νικάρχου, Τιμασικράτους· Βοιωτῶν Οἰνάδου, Ξενοφάνους· γρ̣[αμματεύ]-
οντος Μελανθίου Αἰτωλοῦ· ἐπειδὴ καλῶς καὶ δικαίως Ἀγάθων ὁ ἀρχιτέκτων τοῦ ναοῦ τὴν ἐπιμέλειαν τῶν ἔργων ἐπο̣[ιήσατο τῶν]
ὑπὸ τοῦ θεοῦ καὶ τῶν Ἀμφικτιόνων, καὶ μετ’ ἐκεῖνον ὁ ὐὸς αὐτοῦ Ἀγασικράτης, καὶ νῦν Ἀγαθοκλῆς, ἐπεὶ διέπαυσε τὸμ̣ [βίον ὁ πατὴρ]
5 Ἀγασικράτης· ἔδοξε τοῖς ἱερομνήμοσι, τὴν αὐτὴν εἶναι προδικίαν καὶ ἀσφάλειαν Δάμωνι καὶ αὐτῶι καὶ τοῖς ὑπάρχουσιν αὐτῶ̣[ι καὶ πολέμου καὶ εἰρή]-
νης ἥμπερ καὶ τῶι ἀδελφῶι Ἀγαθοκλεῖ· ἐὰν δέ τις αὐτὸν ἄγηι ἢ τῶν τούτου τι, τὸμ μὲν ἄγοντα ἀποτεῖσαι χιλίους στατῆρας ἱερ[οὺς τῶι Ἀπόλλωνι, καὶ]
Δάμωνι ὑπόδικον εἶναι ἐν ἱερομνήμοσιν· τὴν δὲ πόλιν τῶν Δελφῶν καὶ τῶν ἄλλ[ων ὃς] ἂν παρ[ατυγχάνηι Ἀμφικτιόνων(?) Δάμωνι κυρίους εἶναι πράσσον(?)]-
TAS, E)A\M MH/ TIS A)/GHI PRO\S I)/DION SUMBO/LAION E)GKALW=N TI AU)[T]W=I *DA/MWNI: A)NAGRA/YAI D?E\? [T]O\ Y[H/FISMA TO/DE _ _ _&c.20%19`25$_ _ _ TO\N GRAMMATE/A[1%1]1]
τῶν ναοποιῶν ἐν τῶι ἱερῶι τοῦ Ἀπόλλωνος.
Search Help
Contact Us