[ ]
Phokis — Delphi — 260/259 or 263-259 BC? — SIG(3) 498
1 | ἐπὶ Πειθαγόρα ἄρχοντος, πυλαίας ὁπωρινῆς, ἱερομνημονούντων |
Αἰτωλῶν Τελέσωνος, Βίττου, Λεοντομένους, Βούκριος, Δρωπάκου, Ὁμά- | |
ρου, Χηρία· Δελφῶν Λύσωνος, Ζακυνθίου· Φωκέων Νικάρχου, Τιμασικράτο[υς]· | |
Βοιωτῶν Οἰνάδου, Ξενοφάνους· γραμματεύοντος Μελανθίου Αἰτωλοῦ· | |
5 | ἔδοξε τοῖς ἱερομνήμοσι Ἀχαιΐωνα καὶ τὸν ὑὸν Ἀνταγόραν ὑπηρέτας εἶ- |
μεν τοῖς ἱερομνήμοσιν καὶ εἶναι αὐτοῖς τὴν αὐτὴν προδικίαν καὶ ἀσφ[ά]- | |
λειαν ἥνπερ καὶ τῶι κήρυκι τῶν Ἀμφικτυόνων καὶ ἀτέλειαν αὐτοῖς | |
εἶναι καὶ ἐκγόνοις· | |
εἰ δέ τίς κα παρὰ ταῦτα πράσσηται αὐτοὺς, ὑποδίκους εἶμε̣[ν] | |
10 | ἐν τοῖς ἱερομνάμοσιν τοὺς πράξαντας· τοὺς δὲ ἱερομνάμο[νας] |
τοὺς ἐνάρχους ὄντας ἀεὶ τὰν ἐπιμέλειαν ὑπὲρ αὐτῶν ποιε[ῖσθαι] | |
καὶ καταδικάζοντας καὶ πρά[σ]σον[τ]ας κυρίους εἶμεν. |