[ ]
Phokis — Delphi — 260/259 or 263-259 BC? — SIG(3) 498
| 1 | ἐπὶ Πειθαγόρα ἄρχοντος, πυλαίας ὁπωρινῆς, ἱερομνημονούντων |
| Αἰτωλῶν Τελέσωνος, Βίττου, Λεοντομένους, Βούκριος, Δρωπάκου, Ὁμά- | |
| ρου, Χηρία· Δελφῶν Λύσωνος, Ζακυνθίου· Φωκέων Νικάρχου, Τιμασικράτο[υς]· | |
| Βοιωτῶν Οἰνάδου, Ξενοφάνους· γραμματεύοντος Μελανθίου Αἰτωλοῦ· | |
| 5 | ἔδοξε τοῖς ἱερομνήμοσι Ἀχαιΐωνα καὶ τὸν ὑὸν Ἀνταγόραν ὑπηρέτας εἶ- |
| μεν τοῖς ἱερομνήμοσιν καὶ εἶναι αὐτοῖς τὴν αὐτὴν προδικίαν καὶ ἀσφ[ά]- | |
| λειαν ἥνπερ καὶ τῶι κήρυκι τῶν Ἀμφικτυόνων καὶ ἀτέλειαν αὐτοῖς | |
| εἶναι καὶ ἐκγόνοις· | |
| εἰ δέ τίς κα παρὰ ταῦτα πράσσηται αὐτοὺς, ὑποδίκους εἶμε̣[ν] | |
| 10 | ἐν τοῖς ἱερομνάμοσιν τοὺς πράξαντας· τοὺς δὲ ἱερομνάμο[νας] |
| τοὺς ἐνάρχους ὄντας ἀεὶ τὰν ἐπιμέλειαν ὑπὲρ αὐτῶν ποιε[ῖσθαι] | |
| καὶ καταδικάζοντας καὶ πρά[σ]σον[τ]ας κυρίους εἶμεν. |