[ ]
Phokis — Delphi — 262/261 or 266/265 BC? — FD 3:4.357 — SEG 13.351; SEG 18.241
1 | θεοί. |
ἐπὶ ἄρχοντος ἐν Δελφοῖς Πλείστωνος, ἱερομνημονούντων· Αἰ- | |
[τ]ωλῶν Μενέστα, Μάχωνος, Πετραί̣[ου, Νικ]ο̣λάου, Νικάνορος, | |
[․․]α̣τίνου· Βοιωτῶν Εὐώνδα, Ποιμέ̣[νδα(?)· Ἀθηναίων Εὐθυδίκου (?)· Ἱστι]- | |
5 | [αιέων (?) Ἀντι]φῶντος· Δελφῶν Α[— — {²2 noms}² — —· Φωκέων] |
[— — {²2 ou 3 noms?}² — —· γραμματεύοντος — — — Αἰτωλοῦ]· | |
[ἐπεὶ — — {²2 noms?}² — —, οἱ ὑπὸ τοῦ βασιλέος Πτολεμαίου] | |
[ἀποσταλέντες θεωροί, προσελθόντες πρὸς τὸ συνέδριον ἡμῶν] | |
[ἀπήγγειλαν ὅτι ὁ βασιλεὺς θυσίαν ποιεῖ καὶ ἀγῶνα τίθησι τῶι] | |
10 | πατρὶ αὐτοῦ κ̣[αὶ παρεκάλεσαν ὅπως μετέχωσι καὶ ο]ἱ Ἀ[μφι]- |
κτύονες τῆς [τε θυσίας καὶ τοῦ ἀγῶνος ὃν τίθη]σιν ὁ βασιλ[εὺς] | |
Πτολεμαῖος τῶ[ι πατρὶ ἐν Ἀλεξανδρείαι], καὶ ἀποδέχωνται | |
[α]ὐτὸν ἰσολύμπ[ιον· ἀγαθῆι τύχηι· δε]δόχθαι τοῖς Ἀμφικτύοσιν· | |
τῆς τε θυσίας [μετέχειν τῶι βασ]ιλεῖ Πτολεμαίωι τοὺς Ἀμφ[ι]- | |
15 | [κ]τ̣ύ̣ο̣[νας, καὶ τὸν ἀγῶνα ἀπο]δ̣έχεσθαι ἰσολύμπιον, καθάπερ |
[οἱ θεωροὶ παρεκάλεσαν, ὁμοίως] δὲ καὶ τοὺς ἄλλους ἄπαντας ὅσοι | |
[κοινωνοῦσι τοῦ ἱεροῦ(?) τ]οῦ θεοῦ [κ]ατὰ τὰ δεδοχμένα τοῖς [Ἀμ]- | |
[φικτύοσι· διδόναι δὲ τὰ(?) ἴσ]α̣ ἆθλα καὶ τὰς τιμὰς ἑκάστους τοῖ[ς] | |
[νικῶσι τὸν ἀγῶνα τοῦτον, ὅσ]απερ καὶ τοῖς τὰ Ὀλύμπια νενικ[η]- | |
20 | [κόσι δέδοται· ἑλέσθαι δὲ καὶ θ]εωροὺς ἐξ αὑτῶν τοὺς Ἀμφικτύο̣- |
[νας καὶ ἀποστεῖλαι πρὸς Πτο]λεμαῖον ὅταν ποιῆι τὴν θυσίαν καὶ | |
[τιθῆι τὸν ἀγῶνα τῶν Πτολεμ]αιέων. ἀνε[νεγ]κ̣εῖν [δ]ὲ τὸ δόγμα τό- | |
[δε τοὺς ἱερομνήμονας εἰς τὰς πόλεις αὐτῶν — — —] |