[ ]
Phokis — Delphi — FD 3:4.359
[— — — — {²traces}² — — — —] | |
1 | [— — — — — — — — — — καὶ τὰς θυσίας] ἁπάσας ἔθυσαν ἐμ Πυλα[ί]- |
[αι καὶ ἐν Δελφοῖς τοῖς τε θεοῖς καὶ τοῖς] ἥρ̣ωσι κατὰ τὰ πάτρια καὶ τῶν | |
[— — — —c.23— — — — ἐπεμελήθη(?)]σαν καλῶς καὶ εὐσεβῶς καὶ τὰς δ[ί]- | |
[κας τὰς Ἀμφικτυονικὰς τὰς μὲν διέλ]υ̣σαν, τὰς δ’ ἔκριναν δικαίως καὶ κα- | |
5 | [τὰ τοὺς Ἀμφικτυονικοὺς νόμους· τὴν δὲ π]υλαίαν ἄσυλον καὶ ἀσφαλῆ παρεσκεύ- |
[ασαν πᾶσι τοῖς Ἕλλησι τοῖς πορευο]μένοις εἰς τὴν πανήγυριν, κωλύσαν- | |
[τες μὲν πάντας ὅσοι ἐσύλησαν τούς τινας(?)] ἄγοντας πρὸς τὰς Ἀμφικτυονικὰ[ς] | |
[κρίσεις, παρασχόντες δ’ ἀσφάλειαν(?) τοῖς] ἐπὶ τὰς δίκας πορευομένοις καὶ [καθ’] | |
[ἑκάστην πόλιν ὥστ’ εἶναι παρὰ {²⁷ἀπὸ?}²⁷πάντων τ]ὴν ἀσυλίαν πρεσβεύσαντες ὑπέ̣- | |
10 | [μειναν πᾶσαν κακοπαθίαν ὑπὲρ (?) τῶν Α]ἰτωλῶν· ἐπεμελήθησαν δὲ καὶ τοῦ ΛΟ̣[․]- |
[— — — —c.28— — — — ὑπ]ὸ τοῦ κοινοῦ τῶν Αἰτωλῶν ὑπὲρ τῶν [․․] | |
[— —c.10— —· συγκατέστησαν δὲ κ]αὶ τὰ δόγματα τῶν Ἀμφικτυόνων κ[αὶ] | |
[τἆλλα πάντα καλῶς διώικησαν κατὰ(?) τὰ] δόγματα τοῖς Αἰτωλοῖς ἔν τε Πυλα[ίαι] | |
[καὶ ἐν Δελφοῖς ἵνα μηδαμοῦ μηθὲν λύτ]ρον γένηται καὶ μηθεὶς ἄγηται [πα]- | |
15 | [ρὰ τοὺς νόμους τοὺς Ἀμφικτυονικ]ούς· ὅπως ἂν οὖν καὶ οἱ ἄλλοι ἱερομνή̣- |
[μονες διατελῶσι σπουδὴν ποιούμ]ενοι τῆς τε πρὸς τοὺς θεοὺς εὐσεβε[ί]- | |
[ας καὶ φιλοτιμίας ἐν τῆι πυλαί]αι καὶ τὰς δίκας τοῖς Ἕλλησι κρίνω- | |
[σιν ἀεὶ ὡς δικαιότατα ἅπασιν εἰδό]τες ὅτι τιμηθήσονται καὶ κομι- | |
[οῦνται χάριτας ἀξίας τῶν εὐεργετ]ημάτων, ἐπαινέσαι τοὺς ἱερομνή- | |
20 | [μονας τοὺς ἐπὶ Δαμαίου ἄρχοντ]ος καὶ τὸν γραμματέα τῶν ἱερμονη- |
[μόνων ἀρετῆς ἕνεκεν καὶ εὐσεβ]είας κ̣αὶ στεφανῶσαι ἕκαστον αὐ- | |
[τῶν δάφνης στεφάνωι καὶ ἀνε]ιπεῖν τὸν στέφανον τοῦτον τῶι ἀγῶνι | |
[τῶν Πυθίων· εἶναι δὲ αὐτοῖς] κ̣αὶ τοῖς ἐκγόνοις αὐτῶν ἀσφάλειαν ἐν | |
[πάσαις πόλεσι ταῖς ἀμφικτ]υονευομέναις καὶ ἀσυλίαν καὶ πολέ- | |
25 | [μου καὶ εἰρήνης καὶ προεδρ]ίαν ἐν τοῖς ἀγῶσι ἐν οἷς ἂν οἱ Ἀμφικτύο- |
[νες τιθῶσιν· εἶναι δὲ αὐ]τοῖς καὶ τἆλλα πάντα ὅσα δίδοται τοῖς τὸν θε̣- | |
[ὸν εὐεργετοῦσιν· ὅπως δ’] ἂν αὐτοῖς καὶ ὑπόμνημα τούτων ἁπάντω[ν] | |
[ἐν τὸν ἅπαντα χρόνον δια]μένηι, τὸν ἀρχιτέκτονα καὶ τὸν γραμματέα τῶν | |
[ἱερομνημόνων ἀγοράσα]ι καὶ παρασκευάσαι στήλην λιθίνην καὶ ἀναγρά- | |
30 | [ψαι τῶν ἱερομνημόνων τὰ ὀ]νόματα καὶ τὰς πόλεις αὐτῶν καὶ ἀναθεῖναι τὴ[ν] |
[στήλην ἔμπροσθεν(?) το]ῦ ναοῦ τοῦ Ἀπόλλωνος τοῦ Πυθίου· ἀνενεγκεῖν | |
[δὲ πάντας τοὺς ἱερομνήμο]νας, ὅθεν ἕκαστος αὐτῶν ἐστιν, ἐπὶ τάς | |
[τε πόλεις καὶ τὰ ἔθνη τὰ δ]εδογμένα τοῖς Ἀμφικτύοσιν· ἱερομνημο̣- | |
[νούντων(?)· Αἰτωλῶν Νικά]νορος, Φιλοξένου, Νικοφῶντος, Εὐρύα, Θεο- | |
35 | [δώρου, Πεταλία· Ἀθηναίω]ν Χαιρεστράτου· Βοιωτῶν Ἱπποκρίτου, Εὐσ[ύ]- |
του· Φωκέω[ν Εὐδαμίδα, Βου]θήρα· Ἱστιαιέων Κλεομέδοντος· Δελφῶν | |
Ἁγνίου, Δαμαρ̣[μένου· Σκα]ρφέων Ἀρμένου· γραμματεύοντος Λα- | |
νίκου Αἰτωλοῦ. {²vac.}² | |
ἔδοξε τοῖς Αἰτωλοῖς· [εἴ τινε]ς κατάδικοι γεγένηται πρότερον ἐν τοῖ̣[ς] | |
40 | ἱερομναμόνοις τῶν ἔξω̣[θε]ν ἐγ<κλη>μάτων ἢ εἴ τινές κα 〚—c.8—〛 |
[ὕ]σ̣τερον κατάδικοι γίνων[ται, μὴ ε]ἶμεν ἀγωγίμους ἐκ τᾶν πολίων τού- | |
[τ]ους μηδοπόθεν, ἀλλὰ τι̣[μωρίαν ποι]ε̣ῖσθαι κὰτ τὸν νόμον τῶν Ἀμφ[ι]- | |
κτυόνων, πλὰν ἢ εἴ τινές κ̣α ἱερ[ῶν χ]ρημάτων κατάδικοι γένωντ[αι ἢ] | |
γεγόνατι κατὰ τοὺς νόμους· τού[τους δὲ πα]νταχόθεν [ἀ]γωγί[μους εἶ]- | |
45 | μεν· τοὺς δὲ ποτὶ τὰ ἰδιωτι̣κ̣[ὰ καταδίκους γ]ε<ν>ομένους κ[υρίας εἶ] |
μεν τὰς πόλεις Α̣[— — — — — — — — — — — — — — — — — — — — —] | |
[․]ΕΙΝ ΚΑΤΑ[— — — — — — — — — — — — — — — — — — — — — — —] | |
[․]Ω[— — — — — — — — — — — — — — — — — — — — — — — — — —] |