[ ]
Phokis — Delphi — 271/270 or 270/269 BC? — SIG(3) 419
1 | [θε]ο[ί]. |
ἐπὶ Στράτωνος ἄρχοντος ἐν Δελφοῖς, πυλαίας ὀπωρινῆς, | |
ἱερομνημονούντων Αἰτωλῶν Βουθήρα, Καλλία, Φρίκωνος, Ἀλκι- | |
άδα, Ἀποκία(?)· Δελφῶν Ἀθάμβου, Ἀμεινία· Φωκέων Πύλητος, Καφι- | |
5 | σία· Λοκρῶν Φρίκου Ἀλπωνίου· Βοιωτῶν Δαμοφίλου, Κλεώνδα· Εὐ- |
βοέων Ἀμφικράτους Χαλκιδέος· Ἀθηναίων Ἱερωνύμου· Ἐπ[ι]- | |
δαυρίων Λαφίλου· ἐπειδὴ Εὔδοξος Ἐπιδόξου Ἀργεῖος προσ- | |
ελθὼν πρὸς τοὺς ἱερομνήμονας ἐπηγγείλατο τῶι θεῶι [εἰς] | |
τὸν ἀγῶνα Πυθίοις τὸν γυμνικὸν κατασκευάσας ἐκ τῶν | |
10 | ἰδίων ἀναλωμάτων δώσειν ἀσπίδας ἐπιχάλκους ποικίλα[ς] |
ἐνδρομίδας δέκα, δεδόχθαι τοῖς ἱερομνήμοσιν, δοῦναι | |
Εὐδόξωι προδικίαν καὶ ἀσφάλειαν καὶ ἐπιτιμὰν καθὰ καὶ τοῖς | |
ἄλλοις δίδονται αἱ προδικίαι καὶ αὐτῶι καὶ ἐκγόνοις καὶ χρήμ[α]- | |
σι τοῖς αὐτοῦ, ἐπειδὴ φαίνεται τὸν θεὸν εὐεργετηκώς· ἐπιμελε[ῖ]- | |
15 | σθαι δὲ Εὔδοξον καὶ τοὺς ἐκγόνους ἀεὶ εἰς τὰ Πύθια, ὅπως λαμπρα[ὶ] |
εἰς τὸν ἀγῶνα παραφέρωνται αἱ ἀσπίδες· ἐπισφραγίσασθαι | |
δ’ αὐτῶι καὶ κηρύκειον ἐπιγεγραμμένον ἱερὸν τοῦ Ἀπόλλωνος | |
τοῦ Πυθίου· δοῦναι δὲ τοὺς Δελφοὺς Εὐδόξωι καὶ θησαυρὸν | |
ὅπου τὰ ὅπλα θήσει. |