[ ]
Phokis — Delphi — 272/1 or 271/0 BC? — FD 3:3.185
1 | ἐπὶ Εὐδόκου ἄρχοντος, πυλαίας ὀπωρινῆς, ἱερομ[νημο]νούντων Αἰτωλῶν Γαύ[σου], |
Τριχᾶ, Πολύφρονος, Πολυχάρμου, Τεισάρχου· Δελ[φῶν] Κ̣[ρί]τωνος, Ἡρακλε[ίδο]υ· Φωκέων | |
Δωροθέου, Πεισίωνος· Βοιωτῶν Θηβαγγέλου, Μοιρίχου, Φαντία· Εὐ[β]ο̣[ιέων] Ἐπηράστ[ου]· | |
Ἀθηναίων Ἀσωποδώρου· Σικυωνίων Εὐθυδάμου· ἐπειδὴ Σωκράτης Τελεσία | |
5 | Κνίδιος καὶ Ἀλεξεινίδης Φιλωνίδου Ἠλεῖος ἐν Αἰτωλίαι οἰκῶν ἐμήνυσαν |
ἱερὰ χρήματα τῶι θεῶι καὶ κρίναντες ἐπὶ τῶν ἱερομνημόνων φανερὰ ἐποίησαν | |
τὰ χρήματα καὶ ἐνέβαλον εἰς τὸ κιβώτιον κατάδικον μυρίων στατήρων Ζήνωνα | |
Σολέα· δεδόχθαι τοῖς ἱερομνήμοσιν, δοῦναι Σωκράτει καὶ Ἀλεξεινίδηι προ̣[δι]κίαν | |
καὶ ἀσφάλειαν καὶ ἐπιτιμὰν καὶ αὐτοῖς καὶ ἐκγόνοις καθὰ καὶ τοῖς ἄλλοις δίδονται | |
10 | προδικίαι, ἐπειδὴ φαίνονται εὐεργετηκότες τὸν θεὸν ἄξια λόγου. |