[ ] Phokis — Delphi — 273/2 or 272/1 BC? — FD 3:2.205
1 ἐπὶ Ἀρχιάδα ἄρχοντος, πυλαίας ὀπωρινῆς· ἱερομνημονούντ[ων]
Αἰτωλῶν Φιλλέα, Νικοστρ[άτ]ου, Κορινθίου· Δελφῶν Ἀ̣ν̣α̣ξανδρί[δα],
Νικοδάμου· Βοιωτῶν Εὐγείτονος, Ἐπικύδους̣· Φ̣ω̣κέω[ν] Νικοκλέο[ς],
Νικοπόλιος· Αἰνιάνων Εὐξένου, Ἀριστο[φ]ύλου· Ἐρετριέων
5 Αἰσχύλου· Τρο[ζ]ανίων Στράτωνος· Λοκρῶν Ἐχέμμα·
Ἀθηναίων Φαλα<ί>κου· Δωριέων Αἰνήσωνος· ἔδοξε τοῖς
ἱερομνήμοσιν· ἐπειδὴ Κεφαλίων Μεγαρεὺς καὶ Βοΐδι[ον]
Μεγαρική, μηνύσαντες τἀληθῆ τῶι [θ]εῶι Διοπείθη[ν]
Ἀθηναῖον ἔχοντα τὰ ἱερὰ χρήματα τοῦ Ἀπόλλωνος [τοῦ Πυ]-
10 θίου τάλαντα ὀκτώ, καὶ ἐγδικασαμένου Κεφαλί[ωνος]
καὶ Βοϊδίου ἐν τοῖς ἱερομνήμοσιν, καὶ κ̣αταγνόντ[ων τῶν]
ἱερομνημόνων, καὶ ὄντος ἐν τῶι ζυγάστρωι, Διο[πείθης]
ὀ̣φ̣ε̣ί̣λων τῶι θεῶι τάλαντα ὀκτώ, ἔδωκαν οἱ ἱερομν[ήμονες]
Κεφαλίωνι καὶ Βοϊ[δ]ίωι Μεγαρεῦσιν καὶ ἐκγό[νοις αὐτῶν(?)]
15 καὶ Οἴκιδι Ἀργείωι προδικίαν καὶ ἀσφάλειαν [κατὰ τὸν]
νόμον, ἐπειδὴ φαίνονται μεγάλα τὸν θ[εὸν καὶ ἄξια(?)]
εὐεργετηκότες.
Search Help