[ ]
Phokis — Delphi — 273/2 or 272/1 BC? — FD 3:2.205
1 | ἐπὶ Ἀρχιάδα ἄρχοντος, πυλαίας ὀπωρινῆς· ἱερομνημονούντ[ων] |
Αἰτωλῶν Φιλλέα, Νικοστρ[άτ]ου, Κορινθίου· Δελφῶν Ἀ̣ν̣α̣ξανδρί[δα], | |
Νικοδάμου· Βοιωτῶν Εὐγείτονος, Ἐπικύδους̣· Φ̣ω̣κέω[ν] Νικοκλέο[ς], | |
Νικοπόλιος· Αἰνιάνων Εὐξένου, Ἀριστο[φ]ύλου· Ἐρετριέων | |
5 | Αἰσχύλου· Τρο[ζ]ανίων Στράτωνος· Λοκρῶν Ἐχέμμα· |
Ἀθηναίων Φαλα<ί>κου· Δωριέων Αἰνήσωνος· ἔδοξε τοῖς | |
ἱερομνήμοσιν· ἐπειδὴ Κεφαλίων Μεγαρεὺς καὶ Βοΐδι[ον] | |
Μεγαρική, μηνύσαντες τἀληθῆ τῶι [θ]εῶι Διοπείθη[ν] | |
Ἀθηναῖον ἔχοντα τὰ ἱερὰ χρήματα τοῦ Ἀπόλλωνος [τοῦ Πυ]- | |
10 | θίου τάλαντα ὀκτώ, καὶ ἐγδικασαμένου Κεφαλί[ωνος] |
καὶ Βοϊδίου ἐν τοῖς ἱερομνήμοσιν, καὶ κ̣αταγνόντ[ων τῶν] | |
ἱερομνημόνων, καὶ ὄντος ἐν τῶι ζυγάστρωι, Διο[πείθης] | |
ὀ̣φ̣ε̣ί̣λων τῶι θεῶι τάλαντα ὀκτώ, ἔδωκαν οἱ ἱερομν[ήμονες] | |
Κεφαλίωνι καὶ Βοϊ[δ]ίωι Μεγαρεῦσιν καὶ ἐκγό[νοις αὐτῶν(?)] | |
15 | καὶ Οἴκιδι Ἀργείωι προδικίαν καὶ ἀσφάλειαν [κατὰ τὸν] |
νόμον, ἐπειδὴ φαίνονται μεγάλα τὸν θ[εὸν καὶ ἄξια(?)] | |
εὐεργετηκότες. |