[ ] Phokis — Delphi — 276/5 BC? — FD 3:1.88
1 θε[οί].
ἐπὶ Χαριξένου ἄρχοντος ἐν Δελφοῖς, πυλαίας ὀπωρινῆς, ἱερομνημονούντων Αἰτωλῶν Πολεμάρχου, Ἀλεξαμενοῦ,
Δάμωνος· Δελφῶν Λαρισίου, Ἀριστείδα· Βοιωτῶν Νικοκλέος, Νέωνος· Αἰνιάνων Τιμοκράτους, Νικαίου· Φωκέων Μ[νασιθέου],
Ἀντιφίλου· Ἀργείου Βρύα· Ἀθηναίου Ἀριστοκλέους· Ἐρετριέως Θεοκ[ρ]ίτου· Δωριέων Ἀλε[ξ]ιμάχου· [Λ]οκρῶν Πανταξένου· ἔδοξε τοῖς
5 ἱερομνήμοσιν· ἐπειδὴ Βρύας καὶ Μενεκλῆς καὶ Ἀσκλαπιάδας Μενεστράτου καὶ Ἀρίστιππος Ἀρχάνδρου Ἀργεῖοι χρήσιμοι
γεγένηνται τῶι θεῶι χρήματα μηνύσαντες καὶ ἐγδικασάμενοι ταῦτα [εἰσέπραξαν, ὅπως καὶ εἰς τὸν λ]οιπὸν [χρόν]ον
χρείας παρέχωνται τῶι θεῶι, εἶναι αὐτοῖς προδικίαν καὶ ἀσφάλειαν καθάπερ καὶ [Νέωνι (?) κατὰ ψῆφο]ν ἱερομνημόνων
ἐπ’ Ἀρισταγόρα ἄρχοντος.
Search Help
Contact Us