[ ] Phokis — Delphi — 277/6 BC? — FD 3:1.87
1 [θ]εοί.
[ἐπ’] Ἀρισταγόρα ἄρχοντος ἐν Δελφοῖς, πυλαίας ἐαρινῆς, ἱερομνημονούντων Αἰτωλῶν [Πο]-
λεμάρχου, Ἀλεξ̣α̣μενοῦ, Δάμωνος· Δελφῶν Ἐχύλλου, Ἐτεοκράτους· Φωκέων Μνασιθέου, [Ἀν]-
[τι]φίλου· Βοιωτῶν Νέωνος, Νικοκλέους· Αἰνιάνων Τιμοκράτους, Εὐ[πε]ιθίδα· Ἰώνων Φω̣κ̣ί̣ω̣ν̣ο̣ς̣,
5 [Σωσιβ]ίου· Δωριέων Βρύα, Ἀλεξιμάχου· Λοκρῶν Πανταξένου· ἔδοξεν τοῖς ἱερομνήμοσιν· [ἐπεὶ Νέων(?)]
Μενεστράτου Ἀργεῖος χρήσιμος γεγένηται τῶι θεῶι χρήματα μεμηνυκὼς καὶ ἐγδικασάμενος
[ἱερ]ὰν δίκ[α]ν ε[ἰ]σέπραξε, εἶναι αὐτῶι προδικίαν καὶ ἐκγόνοις, ὅπως κα[ὶ εἰς τ]ὸν λο[ιπ]ὸν [χρόνον τῶι θεῶι]
χρείαν παρέχηται καὶ εἰσπράσσηι τὰ τοῦ θεοῦ· ἐπισφραγίσασθαι δὲ αὐτῶι κα[ὶ κ]η[ρ]ύκειον ὅ[π]ω[ς] ἦι
[καὶ ἀσ]φάλεια κατὰ τὸν νόμον.
Search Help
Contact Us