[ ] Phokis — Delphi — 337 BC — CID 2.74
1 [— — — — — — — — — — —]Ο[— — — — — — — — — — —]
[— — — — Δαόχου(?) κα]ὶ Θρασ[υ]δ[αί]ο[υ — — — — — —]
[— — — — παρ]αγενο[μ]ένους. ΑΙΙ̣Λ[— — — — — — — — —]
[τὸν ταμίαν ἀ]πο[π]έμπειν [τ]ὰς πόλε[ις ε]ἰς [τ]ὸν λογισ]-
5 [μὸν κατὰ πυ]λαίαν εἰς Δελφο[ύ]ς· ἐὰν δὲ μὴ [π]έμψη[ι, εἰρ]-
[γ]έσθω τῆς πυλαίας καὶ ἀπο[τ]ε[ι]σ[ά]τω πε[ν]τακοσί[ας]
δραχμὰς [ἡ μ]ὴ πέμψασα τὸν ταμίαν κατὰ [τ]ὴν ψῆ[φ]ον·
τῆς δὲ ζ[η]μίας τὸ ἀργύριον π[α]ρὰ τῶμ μὴ εὐτακ[τ]ο[ύν]-
των ταμ[ι]ᾶν οἱ εὐτακτοῦντες ταμ[ία[ι, ἐ]γδικασ[άμενοι]
10 παρὰ το[ῖς] ἱερομνήμοσι [α]ὐτο[ὶ ἀπο]λαμβανόν[τ]ω[ν]·
[π]έμπε[ιν] δε τὸν αὐτὸν ταμίαν τὸ[γ χ]ρόνο[ν] τὸγ [γε]-
[γρα]μμ[έν]ον· ἐὰν δὲ μὴ πέμψηι, ἀπο[τ]ινέ[τ]ω τὴν αὐ[τὴν]
[ζημίαν ἥμ]περ [ἐὰ]μ μὴ πέμψηι· ἀ[ν]α[γ]ράψαι δὲ τ[ῶν ταμι]-
[ᾶν τὰ ὀν][μ]ατα ἐν στήληι καὶ ἀν[αθε][να]ι ἐν τῶ[ι ἱερῶι]·
15 [ἐφόδια δ]ὲ παρέχειν τῶι [τ]αμίαι τὴν πόλιν τὴ[μ πέμ]-
[πουσαν, τ]ῶι δὲ γραμματ[εῖ] τῶν ταμ[ι][ν δ]ιδόναι [τὸμ]
[μισθὸν κ]ατὰ πυλαίαν τοὺς ταμία[ς]· λόγον δὲ ἀπο[δοῦ]-
[ναι καὶ εὐθ]ύνας τοὺς ταμίας κατ[ὰ] πυλαίαν [ἑκάσ]-
[την τοῖς ἱερομ]νήμοσιν κέρδους κ[αὶ] χάριτο ἄνευ]·
20 [ταύτὰ δὲ εἶναι (?) τοῖς τ]α[μία[ι]ς καθάπερ τοῖς [ἱερο]-
[μνήμοσι, καὶ τῶι γρα]μ[ματε][τῶ]ν ταμιᾶν.
Search Help