[ ] Mys. — Pergamon: Asklepieion — ca. 100-150 AD?
1                                                    ... [πλεονάκι]ς,
[προθυέσθω χοῖρον, ἐὰν δὲ καὶ ὑπὲρ ἄλλου πράγματος ἐπερω]τ̣ᾶι, προθυ-
[έσθω χοῖρον ἄλλον κατὰ τὰ προγεγραμμένα. εἰς δὲ τὸ μι]κρὸν ἐγκοι-
[μητήριον ὁ εἰσιὼν ἁγνείαν ἁγνευέτω τὴν αὐτήν. προθυ]έσθω δὲ Διὶ
5 [Ἀποτροπαίωι πόπανον ῥαβδωτὸ]ν ἐννεό[μφαλον καὶ Διὶ Μει]λ̣ιχίῳ πό-
[πανον ῥαβδωτὸ]ν ἐνν[εόμφαλον] καὶ Ἀρτ[έμιδι Προθυραίαι καὶ] Ἀρτέμιδι
[— — — καὶ Γῆι ἑ]κάστ̣[ηι πόπανον] ἐννε̣[όμφαλον. ἐμβαλλέτ]ω̣ δὲ καὶ
[εἰς τὸν θησαυρὸν] ὀβο[λοὺς τρεῖς. περ]ιθυ̣[έσθωσαν δὲ πελανοῖς(?)] μέλιτι καὶ
[ἐλαίωι δεδευμέν]ο[ις καὶ λιβανωτῶι πάντες οἱ θεραπεύοντ]ε̣ς τὸν
10 [θεὸν ἑπόμενοι τῶι ἱερεῖ καὶ ΙΕ— — — εἰς δὲ τὴν ἑσπέραν ἐπ]ιβαλλέσ-
[θωσαν οἵ τε ΠΡΟ— — — εἰς τὸ ἐγκοιμητήριον καὶ οἱ περιθυσ]άμενοι
[πάντες πόπανα τρία ἐννεόμφαλα Θέμιδι, Τύχηι, Μνημοσύνηι] ἑκάστηι
[πόπανον. καθιστάτωσαν δὲ ἐγγύους τῶν ἰατρείων τῶι θεῶι, ἃ ἂ]ν αὐτοὺς
[πράσσηται, ἀποδώσειν ἐντὸς ἐνιαυτοῦ. — — — ἴατρα μὴ νεώ]τερα
15 [ἐνιαυσίων. ἐμβαλέτωσαν δὲ εἰς τὸν θησαυρὸν τοῦ Ἀσκ]ληπιοῦ
[τὰ ἴατρα, Φωκαΐδα τῶι Ἀπόλλωνι καὶ Φωκαΐδα τῶι Ἀσκλ]ηπιῶι,
[ὑγιεῖς γενόμενοι καὶ ἐάν τι ἄλλο αὐτοὺς αἰτήσηι ὁ] θεός.
Search Help
Contact Us