[ ] Mys. — Pergamon: Asklepieion — 176-ca. 181 AD
[— — — — — — — — — — — — — — — — — — — — — — —]
1 [κληθεὶς ἐν νυξίν τε καὶ ἤμασι πολλ]άκι [παῦσας]
[τειρόμενον νούσωι καρφαλ]έ̣η̣ι̣ κραδίην.
[εἰν ἁλὶ δὲ πρόφρων μου] κήδεαι οὐδ’ ἐσ[οραῖς με]
[δεινὰ βιαζόμενον] πήμασι λευγαλ[έοις],
5 [ἀλλ’ ἀδεῶς μὲν πέμψας], ὅτε πλώοντά με Δ[ήλωι]
[ἴσχες ἅμ’ Αἰγαῖον τ’ οἶδ]μα καταστόρεσας,
[ῥύσαο δ’ αὖ ναυηγό]ν, ὅτε στροφάλιγγι βαρεί[ηι]
[κῦμα τρόπει μι]κρῆι, στῆσας ὑφ’ ἡμετέρηι,
[πρήυνας δ’ ἀνέ]μους, ὅτ’ ἐπ’ ἄνδρασι μαίνετ’ ἀ[ήτης]
10 [αἰνὴν ἀμ]φ’ αὐτοῖς αἶσαν ἄγων θανάτου.
[ἐκ δ’ ἀλέη]ς με σάωσας ἀεικέος ἔκ τε ῥο[άων]
[χειμε]ρίων ποταμῶν ἔκ τ’ ἀνέμοιο βίη[ς].
[αὐτὸς δ’] Αὐσονίων ἕταρον ποιήσας ἀν[άκτων]
[καὶ κλέ]ος ἐκ πολίων ἐσθλὸν ἔνευσ[ας ἄγειν]
15 [εὐλογίηι ζ]αθεῆς Βειθύνιδος ἔνδοθι [χώρης]
[καὶ γῆν θεσπ]εσίην σὴν ἀνὰ Τευθρ[ανίην].
[ἀνθ’ ὧν σὸν τιμ]ῶ τε καὶ ἅζομαι οὔν[ομα, Σῶτερ],
[κληίζων χω]ρῆς πε[ίρ]ατ’ [ἐς ἡμεδαπῆς].
Search Help