[ ]
Mys. — Pergamon: Asklepieion — 176-ca. 181 AD
[— — — — — — — — — — — — — — — — — — — — — — —] | |
1 | [κληθεὶς ἐν νυξίν τε καὶ ἤμασι πολλ]άκι [παῦσας] |
[τειρόμενον νούσωι καρφαλ]έ̣η̣ι̣ κραδίην. | |
[εἰν ἁλὶ δὲ πρόφρων μου] κήδεαι οὐδ’ ἐσ[οραῖς με] | |
[δεινὰ βιαζόμενον] πήμασι λευγαλ[έοις], | |
5 | [ἀλλ’ ἀδεῶς μὲν πέμψας], ὅτε πλώοντά με Δ[ήλωι] |
[ἴσχες ἅμ’ Αἰγαῖον τ’ οἶδ]μα καταστόρεσας, | |
[ῥύσαο δ’ αὖ ναυηγό]ν, ὅτε στροφάλιγγι βαρεί[ηι] | |
[κῦμα τρόπει μι]κρῆι, στῆσας ὑφ’ ἡμετέρηι, | |
[πρήυνας δ’ ἀνέ]μους, ὅτ’ ἐπ’ ἄνδρασι μαίνετ’ ἀ[ήτης] | |
10 | [αἰνὴν ἀμ]φ’ αὐτοῖς αἶσαν ἄγων θανάτου. |
[ἐκ δ’ ἀλέη]ς με σάωσας ἀεικέος ἔκ τε ῥο[άων] | |
[χειμε]ρίων ποταμῶν ἔκ τ’ ἀνέμοιο βίη[ς]. | |
[αὐτὸς δ’] Αὐσονίων ἕταρον ποιήσας ἀν[άκτων] | |
[καὶ κλέ]ος ἐκ πολίων ἐσθλὸν ἔνευσ[ας ἄγειν] | |
15 | [εὐλογίηι ζ]αθεῆς Βειθύνιδος ἔνδοθι [χώρης] |
[καὶ γῆν θεσπ]εσίην σὴν ἀνὰ Τευθρ[ανίην]. | |
[ἀνθ’ ὧν σὸν τιμ]ῶ τε καὶ ἅζομαι οὔν[ομα, Σῶτερ], | |
[κληίζων χω]ρῆς πε[ίρ]ατ’ [ἐς ἡμεδαπῆς]. |