[ ]
Mys. — Pergamon: Asklepieion — 118 AD
| A.1 | Γ. Ἰούλιον Κουαδρᾶτον Βάσσον ὕπατον, |
| ποντίφικα, στρατηλάτην γενόμενον | |
| Δακικοῦ πολέμου καὶ συνκαθελόντα τὸν ἐκεῖ | |
| πόλεμον Αὐτοκράτορι Τραιανῷ, τιμηθέντ[α] | |
| 5 | [θρι]αμβικαῖς τ̣[ιμαῖς, πρ]ε̣σβευτὴν καὶ ἀντιστρά- |
| τηγον ἐπαρχεία[ς Ἰ]ουδαίας, πρεσβευτὴν καὶ | |
| ἀντιστράτηγον Καππαδοκίας Γαλατίας | |
| Ἀρμενίας μικρᾶς Πόντου Παφλαγονίας Ἰσαυ- | |
| [ρίας Φρυγί]ας, πρεσβευτὴν καὶ ἀντιστράτη- | |
| 10 | [γον ἐπαρχ]είας Συρίας Φοινίκης Κομμαγή- |
| [νης, πρεσβ]ευτὴν καὶ ἀντιστράτηγον ἐπαρ- | |
| [χείας Δακίας, χ]ειλίαρχον λεγιῶνος ιγʹ, ἐπιμελη- | |
| [τὴν χαλκοῦ] χρυσοῦ ἀργύρου χαράγματος, | |
| [ταμίαν Κρή]τ̣ης καὶ Κυρήνης, ἀγορανόμον | |
| 15 | [κανδιδᾶτον, στρα]τηγὸν δήμου Ῥωμαίων, |
| [πραιπόσιτον λεγ]ι̣ῶνος ιαʹ Κλαυδίας εὐ- | |
| [σεβοῦς καὶ λεγιῶ]νος δʹ, Σκυθικῆς καὶ λεγι- | |
| [ῶνος ․․․c.11․․․․] καὶ λεγιῶνος ιβʹ Κεραυνο- | |
| [φόρου καὶ λεγιῶν]ο̣ς γʹ Γαλλικῆς καὶ λεγιῶνος | |
| 20 | [․․․c.9․․․ καὶ λεγιῶ]νος ιγʹ Γεμίνης καὶ λεγι- |
| [%⁸⁰%⁸⁰ῶνος ․․․․c.12․․․․ ἄ]ν̣δρα εὐγενῆ καὶ ἐκ {²vac.}² | |
| [vvvv βασιλέων τὸ γένος] κατάγοντα {²vac.}² | |
| [vv ἀναστησάντων τὴν τι]μὴν Σελευκέων | |
| [— — — τῶν πρὸς τῷ Ζεύγ]ματι διὰ πρεσβευτοῦ | |
| 25 | [— — — — — — — — — — —]νου. |
| {²vacat}² | |
| B.26 | οὗτος ἔτι στρατευόμενος ἐν |
| Δακίᾳ καὶ τὴν ἐπαρχείαν διέπων | |
| τελευτᾷ καὶ τὸ σῶμα αὐτοῦ εἰς τὴν | |
| Ἀσίαν ἠνέχθη βασταζόμενον ὑπὸ | |
| 30 | στρατιωτῶν τεταγμένων ὑπὸ σημέα |
| ἑκατοντάρχου | |
| πρειμοπειλαρίου Κυιντιλίου Καπίτω- | |
| νος γεινομένης αὐτῷ προπομπῆς | |
| κατὰ πᾶσαν πόλιν καὶ παρεμβολὴν | |
| 35 | οὕτω διαταξαμένου Αὐτοκράτορος |
| θεοῦ Ἁδριανοῦ καὶ μνῆμα αὐτῷ ἐκ | |
| τοῦ φίσκου κατεσκευάσθη. |