[ ]
Mys. — Pergamon — Rom. Imp. period — IGR 4.507, GVI 2040
face A.1 | τύμβον μέν, Φι̣[λάδελφε, Γλύκων] |
σοι δείμαθ’ ἑτα[ῖρος], / | |
ὅντε λίπες τῆς [σῆς ἄξιον] | |
υἷα τέχνης· / | |
5 | ὅσσον γὰρ σὺ κράτιστος ἰη- |
τρῶν ἔπλεο πάντων, / | |
τόσσον τῶν ἄλλων ἔξο- | |
χός ἐστι Γλύκων. / ψυχὴ | |
δ’ ἐκ ῥεθέων πταμένη με̣- | |
10 | τὰ δαίμονας ἄλλους. / ἤλ[υ]- |
θε σή, ναίεις δ’ ἐν μακάρω[ν] | |
δαπέδῳ #⁵⁶ / ἵλαθι καί μοι ὄ- | |
παζε νόσων ἄκος ὡς τὸ πά- | |
ροιθεν· / νῦν γὰρ θειοτέ- | |
15 | ρην μοῖραν ἔχεις βιότο[υ]. / |
{²vacat}² | |
16 | ἄξιον, ὦ Φιλάδελφ’, ἀρετ̣[ῆς πό]- |
τμον ἔλλαχες αἴσης, / [ἔξοχ’] | |
ἰητορίης, ἔξοχε καὶ σ[οφίης]· / | |
ο̣ὐ γὰρ δὴ νοῦ̣σος σ̣έβ[ας ἄρθ]- | |
20 | [ρων ὤλεσε τ]ῶνδε, / γόμ[φων] |
ἁρμ[ον]ί̣ην δ̣[η]ρ̣ὸς ἔλυ[σε χρό]- | |
νος. / οἷον δὲ ὑπνώων̣ [ἐν]- | |
ερεύθ̣εται ἄνθεα μήλ[ων], / | |
τοῖος καὶ νέ̣κυς ὢν κε̣[ῖσο] | |
25 | καταλ[λ]εχέων. / νῦν σ’ [ἤδη] |
δύναμαι θαρρῶν εὐδαίμ[ο]- | |
να κλῄζειν, / ὄλβιε καὶ ζω- | |
ῆς, ὄλβιε καὶ θανάτου. ❦ / | |
ε[ὖ] θάνεν Ἱπποκράτης· ἀλλ’ [ο]ὐ θ̣ά̣[νεν]. | |
30 | οὐδ’ ἄρ’ ἔγωγε, / τοῦ πάλαι Ἱπποκ̣[ρά]- |
τους οὐδὲν ἀσημότερος· / | |
ἀλλ’ ἔτυμον ψυχὴ μένει ο[ὐρανί]- | |
η Φιλαδέλφου, / σῶμα δὲ [θνητὸν ἐ]- | |
ὸν χθὼν ἱερὴ κατέχει. / | |
35 | τ[— — — — — — — — — — — —] |
[— — — — — — — — — — — — —] | |
face B.1 | χαῖρε, γύναι Πάνθεια, |
παρ’ ἀνέρος, ὃς μετὰ μοῖραν / | |
σὴν ὀλοοῦ θανάτου πένθος | |
ἄλαστον ἔχω. / οὐ γάρ πω τοί- | |
5 | ην ἄλοχον ζυγίη{ν} ἴδεν Ἥρη / |
εἶδος καὶ πινυτὴν ἠδὲ σαοφρο- | |
σύνην. / αὐτή μοι καὶ παῖδας ἐγεί- | |
ναο πάντας ὁμοίους, / αὐτὴ καὶ | |
γαμέτου κήδεο καὶ τεκέων / | |
10 | καὶ βιοτῆς οἴακα καθευθύνεσκες |
ἐν οἴκῳ / καὶ κλέος ὕψωσας ξυ- | |
νὸν ἰητορίης, / οὐδὲ γυν<ή> περ | |
ἐοῦσα ἐμῆς ἀπολείπεο {⁴ΑΠΕΛΕΙΠΕΟ facs.}⁴ τέχνης. / | |
τοὔνεκά σοι τύμβον τεῦξε Γλύ- | |
15 | κων γαμέτης, / ὅς γε καὶ ἀθ[ανά]- |
τοιο δέμας κεύθει Φιλαδέλ[φου], / | |
[ἔ]νθ̣[α] κα̣ὶ αὐτὸς ἐγὼ κείσομ̣[αι], | |
αἴ κε θά[νω], / ὡς̣ [ἀγλα]ϊσμὸν̣ [ζῶν] | |
σοι ἐκοινώνησα κατ̣’ α[ἶσ]α̣ν, / | |
20 | ὧδε δὲ κα<ὶ ξ>υνὴν {ην} γαῖαν ἐφε[σ]- |
σάμενος. / |