[ ] Mys. — Pergamon — ca. 217/218 AD — OGIS 513, IGR 4.451
1    ἀγαθῆι    τύχηι.
 ἡ βουλὴ καὶ ὁ δῆμος τῆς πρώτης
 μητροπόλεως τῆς Ἀσίας καὶ τρὶς
 νεωκόρου τῶν Σεβ(αστῶν) Περγ<α>μηνῶν
5  πόλεως       ἐτείμησεν
Αὐρ(ηλίαν) Κλ(αυδίαν) Ἀπολλωνίαν, ἱέρειαν τῆς
 Νικηφόρου καὶ Πολιάδος Ἀθηνᾶς,
 θυγατέρα Κλ(αυδίου) Ἀλεξάνδρου θεολόγου
 καὶ Αὐρ(ηλίας) Ἀπολλωνίας, Πυθοδίκου
10  θυγατρὸς γένους τῶν Ἐπι<λ>αϊδῶν,
 ἱερασαμένην ἐνδόξως καὶ μεγαλο-
 πρεπῶς διετεῖ χρόνῳ καὶ τῇ ἑξῆς
 διετίᾳ εὐσεβῶς πᾶσαν θρησκείαν
 ἐκτελέσασαν τῇ θεῷ, δεξιωθεῖσαν
15  τρὶς ἐντείμως ὑπὸ θεοῦ Ἀντωνίνου,
 ἀγωνοθετήσασαν τοῦ σεμνοτάτου
  τῶν Νεικηφο<ρ>είων ἀγῶνος.
Search Help
Contact Us