[ ]
Mys. — Pergamon — ca. 217/218 AD — OGIS 513, IGR 4.451
1 | ἀγαθῆι τύχηι. |
ἡ βουλὴ καὶ ὁ δῆμος τῆς πρώτης | |
μητροπόλεως τῆς Ἀσίας καὶ τρὶς | |
νεωκόρου τῶν Σεβ(αστῶν) Περγ<α>μηνῶν | |
5 | πόλεως ἐτείμησεν |
Αὐρ(ηλίαν) Κλ(αυδίαν) Ἀπολλωνίαν, ἱέρειαν τῆς | |
Νικηφόρου καὶ Πολιάδος Ἀθηνᾶς, | |
θυγατέρα Κλ(αυδίου) Ἀλεξάνδρου θεολόγου | |
καὶ Αὐρ(ηλίας) Ἀπολλωνίας, Πυθοδίκου | |
10 | θυγατρὸς γένους τῶν Ἐπι<λ>αϊδῶν, |
ἱερασαμένην ἐνδόξως καὶ μεγαλο- | |
πρεπῶς διετεῖ χρόνῳ καὶ τῇ ἑξῆς | |
διετίᾳ εὐσεβῶς πᾶσαν θρησκείαν | |
ἐκτελέσασαν τῇ θεῷ, δεξιωθεῖσαν | |
15 | τρὶς ἐντείμως ὑπὸ θεοῦ Ἀντωνίνου, |
ἀγωνοθετήσασαν τοῦ σεμνοτάτου | |
τῶν Νεικηφο<ρ>είων ἀγῶνος. |