[ ]
Mys. — Pergamon — end 2nd-beg. 3rd c. AD?
1 | ἀγαθῆι τύχηι. |
ἡ βουλὴ καὶ ὁ δῆμος ἐτείμησεν | |
Αὐρηλίαν Ἀλεξανδρείαν καὶ Αὐρηλίαν | |
Ἰουλιανὴν τὰς ἀδελφάς, θυγατέρας | |
5 | Αὐρ(ηλίου) Ἀλεξάνδρου καὶ Αἰλίας Ἰουλιανῆς |
ἱερειῶν γενομένων τῆς Νικηφόρου | |
καὶ Πολιάδος Ἀθηνᾶς, ἱερασαμένων | |
μετὰ πάσας ἀρχὰς καὶ λειτουργίας | |
τοῦ πατρὸς αὐτῶν ἐνδόξως καὶ ἐπιφανῶς | |
10 | κατὰ τὸ ἀξίωμα καὶ τὸ μέγεθος τῆς θεοῦ. |