IvP II 522
[ ] Mys. — Pergamon — end 2nd-beg. 3rd c. AD?
1         ἀγαθῆι    τύχηι.
ἡ βουλὴ καὶ ὁ δῆμος  ἐτείμησεν
Αὐρηλίαν Ἀλεξανδρείαν καὶ Αὐρηλίαν
Ἰουλιανὴν τὰς ἀδελφάς, θυγατέρας
5 Αὐρ(ηλίου) Ἀλεξάνδρου καὶ Αἰλίας Ἰουλιανῆς
ἱερειῶν γενομένων τῆς Νικηφόρου
καὶ Πολιάδος Ἀθηνᾶς, ἱερασαμένων
μετὰ πάσας ἀρχὰς καὶ λειτουργίας
τοῦ πατρὸς αὐτῶν ἐνδόξως καὶ ἐπιφανῶς
10 κατὰ τὸ ἀξίωμα καὶ τὸ μέγεθος τῆς θεοῦ.
Search Help
Contact Us