[ ]
Mys. — Pergamon — Roman period
1 | [ἀγ]αθῆι τύχηι. |
[Ὀλύμποιο] μέτωπον, ἄκρην Τειτηνίδα, ναίων, | |
[ὦ Ζεῦ δέσποτα], χαῖρε. λιταζομένωμ πολιητέων | |
[κλῦθι, πάτερ μ]ακάρων τε καὶ ἀτρυγέτων ἀνθρώπων, | |
5 | [λαμπρῶς οὐραν]ίην ἐφέπων ἴτυν αἰγλήεσσαν, |
[δημιοεργὲ βίου] πεφατισμένε σοῖς ὑ#⁸⁰πὸ φύλοις· | |
[τῶν ἀγαθῶν γὰρ] φαῦλα διακρείνας πάρος ὕ#⁸⁰λης | |
[πᾶσιν ἔδωκας χ]ρῆσιν ἐπάρκιον ἡ#⁸⁰μερίοισιν, | |
[νείμας καὶ γαῖάν] τε πολύκλ〚α〛υστόν {²⁶πολύκλυστόν}²⁶ τε θάλασσαν, | |
10 | [αἰθέρα καὶ πά]ντ’ ἄλλα, τὰ σὴ ποιήσατο μῆτις. |
[ἐλθέ σε κληΐζο]υσι, μάκαρ, μάκαρ εἵλαος ἡμῖν | |
καὶ πτόλ̣ι̣[ν ἰθύν]ο̣υσιν ἀμύμοσιν {⁴ΑΜΥΜΟΣΙ facs.}⁴ Περγαμίδαισιν, | |
ἐλθὲ σὺν ἰητῆρι θεῶμ παιήονι κλειτῶι | |
θεσπεσίην Ὑγίειαν ἐς ἀγλαὰ δώματ’ ἄγοντι | |
15 | Εὐνομίηι τε καὶ Εὐστασίηι λιπαρῆι τ’ Εἰρήνηι |
Ἥρηι τε ζυγίηι, ἀλόχῳ σέο κυδηέσσηι, | |
καὶ Θέμιδι ἀρχε̣γ̣όνωι, προυφητίδι καρτεροβούλωι, | |
καὶ γάμον [ἁζο]μένηι γλαυκώπιδι Τριτογενείηι {⁴ΤΡΕΙΤΟΓΕΝΕΙΗΙ facs.}⁴ | |
κα̣ὶ π̣[αίδων μεδ]έοντι διακτόρωι Ἑρμάωνι | |
20 | [καὶ Μοίραις κλυμ]έ̣νηισιν ἀμύμοσιν ἀδρ̣[ηστ]είαις. |
[κοίρανος οὐρα]νίαισι κεκασμένος ἤνεκ̣ες ὥραις, | |
[ἦρι περιστέλλο]ντι κό̣μην εὔθρεπτον ἀρ̣ούραις | |
[ἠδὲ θέρει καρπὸν πολ]ι̣όσταχυν ἀμώοντι̣ | |
[πορφύρεόν τε τρυγῶν]τι βότρυν λιπαρῶι μ[ε]θοπώρῳ | |
25 | [καὶ χειμῶνι βροτοῖς] ὥρην εὔκρητον ἄγο[ν]τ̣ι, |
[ἐλθὲ πόλιν σώζ]ειμ, μάκαρ, ὄλβιε, καὶ λ[ύε πῆμα], | |
[ὅττι κακῶς ὠμῶς τ]ε κατὰ φρένας ἔλλ[αβεν ἡμᾶς]. | |
[ταρβέομεν γὰρ πά]ν̣τες ἀεὶ κήτεια π̣[έλωρα] | |
[λοίμης· ἦ μάλα λ]αὸν ἄρειον ἀμ[ύμονα τρύχει], | |
30 | [οἴστρωι λυσσηέ]ντι κατα̣[σκήπτουσα πολίταις]. |
[ἀλλὰ σύ, κάρπιμε] Παιά̣[ν, — — — — — — — —] |