[ ] Mys. — Pergamon — 117 AD — IGR 4.349, Oliver 58B
1    ἀγαθῆι  τύχηι.
Αὐτοκράτωρ Καῖσαρ θεοῦ
 Τραϊανοῦ Παρθικοῦ υἱός,
 θεοῦ Νέρουα υἱωνὸς
5 Τραϊανὸς Ἁδριανὸς Σεβαστός,
 δημαρχικῆς ἐξουσίας,
 συνόδωι τῶν ἐν Περγάμωι
   νέων    χαίρειν·
ἐπιγνοὺς ἔκ τε τῶν γραμμά-
10  των καὶ διὰ τοῦ πρεσβεύον-
 τος Κλαυδίου Κύρου τὴν χα-
 ράν, ὅσης ἐφ’ ἡμεῖν ὡμολογεῖ-
 τε μετειληφέναι, ἡγούμην
 σημεῖα ἀγαθῶν ἀνδρῶν
15  τὰ τοιαῦτα εἶναι.
        εὐτυχεῖτε.
16a πρὸ γ
ἰδῶν Νοεμβρ(ίων)
ἀπὸ Ἰουλιο-
    πόλεως.
           {²vacat}²
17  Κλαύδιος Κῦρος ἀπέδωκα
 τοῖς περὶ Οὔλπιον Ἀσκληπιά-
 δην γραμματεῦσι τῶν νέων.
           {²vacat}²
20 ἐπὶ γραμματέων Μ(άρκου) ∙ Οὐλπίου
 Ἀσκληπιάδου Λουπιανοῦ,
 Φλαουίου Σεκούνδου,
 Ἅλυος τοῦ Ἅλυος Κελεριανοῦ.
Search Help
Contact Us