[ ]
Mys. — Pergamon — 117 AD — IGR 4.349, Oliver 58B
1 | ἀγαθῆι τύχηι. |
Αὐτοκράτωρ Καῖσαρ θεοῦ | |
Τραϊανοῦ Παρθικοῦ υἱός, | |
θεοῦ Νέρουα υἱωνὸς | |
5 | Τραϊανὸς Ἁδριανὸς Σεβαστός, |
δημαρχικῆς ἐξουσίας, | |
συνόδωι τῶν ἐν Περγάμωι | |
νέων χαίρειν· | |
ἐπιγνοὺς ἔκ τε τῶν γραμμά- | |
10 | των καὶ διὰ τοῦ πρεσβεύον- |
τος Κλαυδίου Κύρου τὴν χα- | |
ράν, ὅσης ἐφ’ ἡμεῖν ὡμολογεῖ- | |
τε μετειληφέναι, ἡγούμην | |
σημεῖα ἀγαθῶν ἀνδρῶν | |
15 | τὰ τοιαῦτα εἶναι. |
εὐτυχεῖτε. | |
16a | πρὸ γ |
ἰδῶν Νοεμβρ(ίων) | |
ἀπὸ Ἰουλιο- | |
πόλεως. | |
{²vacat}² | |
17 | Κλαύδιος Κῦρος ἀπέδωκα |
τοῖς περὶ Οὔλπιον Ἀσκληπιά- | |
δην γραμματεῦσι τῶν νέων. | |
{²vacat}² | |
20 | ἐπὶ γραμματέων Μ(άρκου) ∙ Οὐλπίου |
Ἀσκληπιάδου Λουπιανοῦ, | |
Φλαουίου Σεκούνδου, | |
Ἅλυος τοῦ Ἅλυος Κελεριανοῦ. |