[ ]
Mys. — Pergamon — aft. 133 BC
1 | Διονύσιος Μηνοφίλ̣[ου] |
ἱερονομήσα〚ντε〛ς {²⁶ἱερονομήσας}²⁶ τῶι δήμ[ωι]. | |
ἁγνευέτωσαν δὲ κα̣ὶ εἰσίτωσαν εἰς τὸν τῆς θεο[ῦ ναὸν] | |
οἵ τε πολῖται καὶ οἱ ἄλλοι πάντες ἀπὸ μὲν τῆς ἰδίας γ[υναι]- | |
5 | κὸς καὶ τοῦ ἰδίου ἀνδρὸς αὐθήμερον, ἀπὸ δὲ ἀλλοτρίας κ[αὶ] |
ἀλλοτρίου δευτεραῖοι λουσάμενοι, ὡσαύτως δὲ καὶ ἀπὸ | |
κήδους κα̣ὶ τεκούσης γυναικὸς δευτεραῖο<ι>. ἀπὸ δὲ τάφου | |
καὶ ἐκφορᾶ̣[ς] περιρα<ν>άμενοι καὶ διελθόντες τὴν πύλην, κα- | |
θ’ ἣν τὰ ἁγιστήρια τίθεται, καθαροὶ ἔστωσαν αὐθήμερον. | |
{²vacat}² | |
10 | ἔ̣δοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· γνώμη στρατηγῶν· τὰ μὲν̣ |
ἄλλ̣α περὶ τῶν θυόν[των τ]ῆι Νικ̣ηφόρωι Ἀθηνᾶι γίνεσθαι κατὰ̣ | |
[τὰ προγεγραμμένα(?) — — — — — — — — — —]․․․Π[—]․[— — — — — —] | |
[․․․] κ̣αὶ τῶν εἰς τὸν [θ]η̣σαυρὸν ἐμβαλλομένων εὐ̣χ̣[αριστηρί]- | |
[ων σ]κ̣έλος δεξιὸν καὶ τὸ δέρμα. τὸ δὲ ὑπὲρ τῶν ὑῶν ἐκκ̣[είμε]- | |
15 | [ν]ον τετρώβολον καὶ τῶν ἄλλων ἱερείων {⁸2 ob.+}⁸ ἐμβ̣[άλ]- |
λειν εἰς τὸν θησαυρόν, καθάπερ διατέτακται. εἶναι δ[ὲ τὸ] | |
ψήφισμα κύριον διὰ παντός, ἐὰ<μ> μή τι ἄλλο δόξηι. | |
{²vacat}² | |
18 | ἔδοξεν τῆι βουλῆι καὶ τῶι <δ>ήμωι· γνώμη στρατηγῶ[ν· ἐπει]- |
δὴ πρότερον ἦν εἰθισμένον τοὺς θύοντας τῆι Νικηφόρω̣[ι Ἀ]- | |
20 | θηνᾶι μετὰ τῶν διατεταγμένων τῆι θεᾶι γερῶν διδ[όναι] |
κα[ὶ] ἄλλοις τισὶν τῶν περὶ τὸ ἱερὸν διατριβόντων πλεί̣ο- | |
να τρίπλευρα, δεδόχ<θ>αι· ἀπὸ τοῦ νῦν τοὺς κατ’ ἐνιαυτὸν τασ- | |
σομένους ἱερον[ό]μους παραλα̣μβάνοντας τὰ τιθέμενα δέρ- | |
[μ]ατα ὑπὸ τῶν θυόντων καὶ πωλοῦντας διδόναι νεωκόρωι | |
25 | [ὑ]ὸς μὲν {⁸2 ob.}⁸, προβάτου δὲ ἡμιωβέλιον, αὐλητρίδι καὶ ὀλο- |
λυκτρίαι κοινῆι τὸ ἴσον, τῶν δ’ ἐν τῆι ἄκραι θυομένων καὶ πυλω- | |
ρῶι τῆ̣ς ἄκρας βοὸς μὲν {⁸pars oboli?}⁸, προβάτου δὲ {⁸pars oboli?}⁸, τὸ δὲ λοιπὸν | |
τῆς τιμ̣ῆς κατατάσσειν εἰς τὰς ἱερὰς προσόδους. εἶναι δὲ τὸ | |
ψήφισμα κύριον διὰ παντός, ἐὰν μή τι ἄλλο δόξηι. |