[ ]
Mys. — Pergamon — 2nd-1st c. BC? — IGR 4.295 (part)
[— — — — — — — — — — — — — — — — — — — — — — — — — — — τῶν πο]- | |
1 | [λι]τῶν οὐδεν[ὸ]ς̣ δευτερεύουσαν τὴν χορηγίαν ἐποή̣σ̣ατο, βουθυτή̣- |
[σα]ς τε ἐν τῆι ἀναστάσει τῆς ε̣ἰκόνος ἆθλά τε ἔθηκεν τοῖς ἐφήβοις | |
καὶ νέοις καὶ τὰ λοιπὰ [ἐχορήγησεν τοῖς ἄρ]χουσιν καὶ παιδευταῖς κ[αὶ] | |
δημοσίοις, ἐφρόντισεν̣ [δὲ καὶ ἐπισκευῆς] ἱ̣ερῶν, δαπάνην οὐ μικρὰν | |
5 | ἀ̣ναδεξάμενος ὅπ[ως — — — — — — — — — —]α̣ς τυγχάνοντες [․․] |
[․․]τα μηδὲν ἐμποδ[— — — — — — — — — — — τῶ]ν ἀνηκόντων, πρὸς | |
οἷς ἤγαγεν δὲ καὶ [εἰς τὴν πόλιν ὑδρορρόας δη]μοσίας πλείονας, ἵνα | |
[τ]ῶ̣[ν] λουτρῶν τὴν π̣[λήρωσιν διασώζηι παρέχων ὕ]δ̣ωρ ἱκανόν, χορηγία̣ν̣ | |
[ἔθ]η̣κεν δὲ καὶ ἐν τῶ[ι κατασκευάσασθαι λουτῆ]ρας δημοσίους δύο, ὑ- | |
10 | περιδὼν τὴν πλεο[νάζουσαν τῆς ἰδίας οὐσίας] δαπάνην, περί τε τῆ̣[ς] |
φυλακῆς [ζήλω(?)]μα τέ[θηκεν ․․․․․․․․․․ διηνεκ(?)]ὲς ὁμόσε τοῖς ἄλλοις ἐπ̣[ι]- | |
νοήμασιν οὐ τὸν τυχό[ντα ․․․․․․․․․․․․․․․ τ]ό τε ὅπλον ἐν αὐτοῖς τοῖς | |
Ἑρμαίοις ἀνέθηκεν ἆ[θλον, τῆς πίστεως τῆς ε]ἰς αὑτὸν δήμου δικαίως | |
καὶ εὐσεβῶς τοῖς ἐπιτηδ[εύμασιν ἀμοιβὰ]ς ἀποδούς, δι’ ὃ συνέβη μὴ μό- | |
15 | νον ταινιωθῆναι αὐτὸν κατὰ τ[ὸν δημόσιον θε]σμόν, ἀλλὰ καὶ χρυσοῖς στε- |
φάνοις ὑπό τε τῶν νέων καὶ ἐ[φήβων ὡσαύτως] τιμηθῆναι, τῶν τε ἐκκομι[δῶν] | |
ἐπιμελείαι καὶ κακοπαθίαι διει[πὼν τὰ δέοντα πᾶ]σαν ἐπιστροφὴν ἐποήσατ[ο], | |
καθόλου μηδέποτε ἐφυστερ[ίζων, ἀλλ’ ἀεὶ δι]ασήμως ἀφηγούμενος τῶ̣ν | |
νεανίσκων, ἐξ οὗ συνέβαινεν [δηλοῦν τοὺς δη]μοτικοὺς μηδὲν ἧσσον τῶν | |
20 | ἐν ὑπεροχῆι ὄντων ἐν τῶι μέρ[ει κόσμια τὰ ἤθ]η καὶ ἐπὶ τῶν πομπῶν {δὲ} ἔθι̣σ̣μ̣[α] |
τὸ γινόμενον τὸ ἔνδοξον ἐ[πιτείνειν τῶν τ]ε θεῶν καὶ εὐεργετῶν, ὑπὸ τῆ[ς] | |
τῶν νέων πολυοχλίας καὶ τ[ῶν ἐφήβων εὐ]κ̣οσμίας συναυξομένων, [οἷς] | |
ἀεὶ καταξίως ὁμιλῶν τοὺς [μὲν ἀνειμένου]ς εἰς τὴν καθήκουσαν ἐπιτιμ̣[ί]- | |
α̣ν ἦγεν, τοῖς δὲ προσεδρε[ύουσιν φιλίαν κ]αὶ φιλανθρωπίαν ἐμέριζεν̣ | |
25 | ἔν τε ἄλλαις τῶν ἐπισημ[ασιῶν καὶ αὐτ]ὸς εἰσποησάμενος πρὸς εὐ- |
ωχίαν, καὶ ἐν τοῖς Καβειρίο[ις μεγαλομερῶ]ς τῆι χορηγίαι χρησάμενος οὐ̣- | |
κ ὀλίγας ἀνεδέξατο δαπά[νας ἕνεκεν τῆς] εἰς τοὺς πολίτας φιλαγαθίας. | |
ὅπως οὖν καὶ ὁ δῆμος φαίνη̣[ται τοὺς καλοὺ]ς̣ κἀγαθοὺς τῶν ἀνδρῶν σημε̣ι̣- | |
ούμενος καὶ ταῖς καταξία[ις αὐτῶν χάρι]σιν ἀμειβόμενος, ἀγαθῆι | |
30 | τύχηι δεδόχθαι τῆι βουλῆ[ι καὶ τῶι δήμωι]· ἐπαινέσαι τε Μητρόδωρον |
ἐπὶ τοῖς προγεγραμμέν[οις καὶ στεφαν]ῶσαι χρυσῶι στεφάνωι | |
τῶι ἐκ τοῦ νόμου μεγίστω[ι καὶ εἰκόνι χαλ]κῆι, ἣν στῆσαι ἐν τῆι παραδρο- | |
μίδι τοῦ γυμνασίου, καὶ τὴν ἀ[ναγόρευσιν ποή]σασθαι τὸν ἀγωνοθέτην ἐν τῆ̣[ι] | |
πρώτηι ἀχθησομένηι πα[νηγύρει, ὑπάρχει]ν δὲ αὐτῶι καὶ σίτησιν ἐμ πρυ- | |
35 | τανείωι καὶ ἀλειτουργησία̣[ν πάντων καὶ προν]όμειαν. ἀναγράψαι δὲ καὶ τὰ |
δεδογμένα τῶι δήμωι εἰς σ[τήλην λίθου λε]υκοῦ, ἣν παραστῆσαι τῆι εἰκόν[ι]. | |
ἐπεί τε καὶ κατὰ πλῆθος οἱ [νέοι συνεληλύ]θασιν βουλόμενοι τιμῆσαι αὐ- | |
τὸν χρυσῶι στεφάνωι καὶ ε[ἰκόνι χαλκῆι], μαρτυροῦντες περὶ τοῦ ἴσως | |
καὶ δικαίως ἐν τῆι ἀρχῆι ἀν[αστρέψασθαι, π]ερὶ τούτου γενέσθαι τὴν συγ- | |
40 | χώρησιν. γενομένης <δὲ τῆς εἰκόνος τῆς ὑπὸ τοῦ δήμου ἀνασταθησομένης> ἐπι[γραφῆναι τοῦ] βήματος "ὁ δῆμος ἐτίμησ[ε] |
Μητρόδωρον Ἡρακλέων[ος γυμνασιαρχ]ήσαντα καλῶς καὶ ἐνδόξ[ως] | |
καὶ ἐπιμεληθέντα τῆς τε τ[ῶν ἐφήβων καὶ τῶν] νέων παιδείας τε καὶ κοσμι[ό]- | |
τητος καὶ τῶν κατὰ τὸ γυμ[νάσιον φροντίσα]ντα ἀξίως τοῦ καταστήσαν- | |
τος δήμου", ἐπὶ δὲ τῆς ὑπὸ [τῶν νέων ἀνα]σ̣ταθησομένης "οἱ νέοι ἐτί- | |
45 | μησαν Μητρόδωρον Ἡρα[κλέωνος δι’ ἀρε]τ̣ὴν καὶ ἰσότητα, ἣν προσηνέγ- |
κατο ἀφηγησάμενος αὑτῶ[ν". ἑλέσθαι δὲ κ]αὶ ἄνδρας δύο τῶν πολιτῶν τοὺς | |
ἐσομένους πρὸς τῆι ἐπιμ̣[ελείαι τῆς κατ]ασκευῆς καὶ ἀναθέσεως τῶν | |
ἐψηφισμένων. οἵ[δε ἡιρέθη]σαν ἐπιμεληταί· | |
Εὐβίοτος Εὐβιότου, [Ἡρακλέων] Μητροδώρου. |