[ ] Mys. — Pergamon — 2nd c. BC?
1 ἐπὶ πρυτάνεως Καβείρου, μηνὸς Πανθείου
 εἰκάδι· ἔγνω βουλὴ καὶ δῆμος γνώμηι
 στρατηγῶν περὶ τῆς ἱερωσύνης τοῦ Ἀσκληπι[οῦ],
 ὅπως ὑπάρχηι εἰς τὸν ἅπαντα χρόνον
5  Ἀσκληπιάδηι καὶ τοῖς ἀπογόνοις τοῖς
 Ἀσκληπιάδου· τύχηι τῆι ἀγαθῆι· δεδόχθαι
 τῆι βουλῆι καὶ τῶι δήμωι· τὴν μὲν ἱερωσύνην
 τοῦ Ἀσκληπιοῦ καὶ τῶν ἄλλων θεῶν τῶν ἐν τῶι
 Ἀσκληπ̣ι̣είωι ἱδρυμένων εἶναι Ἀσκληπιάδου
10  τοῦ [Ἀρχί]ου καὶ τῶν ἀπογόνων τῶν Ἀσκληπιάδου
 εἰς ἅπ̣αν̣[τ]α [τ]ὸν χρόνον καὶ στεφανηφορεῖν αὐτῶν
 ἀεὶ τὸν ἔχοντα τὴν ἱερωσύνην, λαμβάνειν δὲ
 καὶ γέρα τῶν θυομένων ἱερείων ἐν τῶι ἱερῶι
 πάντων σκέλος δεξιὸν καὶ τὰ δέρματα καὶ τἆλλα̣
15  τραπεζώματα πάντα τὰ παρατιθέμεν[α]
[․․․․․]σ[—] κ̣α̣ρ̣πεύεσθαι δ̣ὲ αὐ̣τὸν καὶ τὸ ἱερ[ὸν]
[— — — — — — — — — — — — — — — — — — — — — — —]
[— — — — — — — — — — — — — — — — — — — — — — —]
[— — — — — — — —]․․ ὑπ̣ά̣ρ̣χειν εἰς ἅπαντ̣α τ̣ὸν χρόν̣[ον].
20 [εἶναι δ]ὲ καὶ ἀτέλειαν Ἀσκληπιάδηι πάντων
[ὧν] ἡ πόλις κυρία, καὶ εἰς τὸ λοιπὸν
 ἀ̣εὶ τῶι τὸν στέφανον ἔχοντι, ἀναγορεύεσθαι δ[ὲ]
 εἰς προεδρίαν τὸν ἱερέα ἐν ἅπασι τοῖς ἀγῶσιν.
 ἐπιμελεῖσθαι δὲ καὶ τῆς εὐκοσμίας τῆς κατὰ τὸ ἱερ[ὸν]
25  πάσης τὸν ἱερέα̣ ὡς ἂν αὐτῶι δοκῆ[ι]
 καλῶς ἔχειν καὶ ὁσίως, κυριεύοντα τῶν ἱερῶν παίδων.
 ὅπως δὲ ταῦτα εἰς τὸν ἅπαντα χρόνον διαμένηι
 βέβαια <Ἀ>σκληπιάδηι καὶ τοῖς ἀπογόνοις τοῖς
 Ἀσκληπιάδου, ἐπιτελεῖν ὁρκωμόσιον τὴν πόλιν
30  ἐν τῆι ἀγορᾶι ἐπὶ τοῦ Διὸς τοῦ σωτῆρος τῶι βωμῶι
 καὶ ὀμόσαι τ<ὰ>ς τιμουχίας· ἦ μὴν ἐμμενεῖν ἐν οἷς
 ἐψήφισται ἡ πόλις Ἀσκληπιάδηι καὶ τοῖς ἀπογόνοις
 τοῖς Ἀσκληπιάδου. τοὺς δὲ στρατηγοὺς τοὺς ἐπ[ὶ]
 Καβείρου πρυτάνεως ἐπιμεληθῆναι, ὅπως
35  συντελεσθῇ ὁ ὅρκος καθάπερ γέγραπται.
 ἀναγράψαι δὲ αὐτοὺς καὶ τὸ ψήφισμα τόδε̣
 εἰς στήλας λιθίνας τρεῖς καὶ στῆσαι αὐτῶν
 μίαν μὲν ἐν τῶι ἱερῶι τοῦ Ἀσκληπιοῦ ἐμ Περγάμῳ,
 ἄλλην δὲ ἐν τῶι ἱερῶι τῆς Ἀθηνᾶς ἐν ἀκροπόλε̣[ι],
40 [τ]ὴ̣ν δὲ τρίτην ἐμ Μυτιλήνηι ἐν τῶι ἱερῶι τοῦ
[Ἀσκλ]ηπιοῦ. ἐγγράψαι δὲ καὶ εἰς τοὺς νόμους
[τοὺς τ]ῆς πόλεως τὸ ψήφισμα τόδε καὶ
[χρήσθω]σαν αὐτῶι νόμωι κυρίωι εἰς ἅπαντα τὸν χρόνον.
Search Help
Contact Us