[ ]
Mys. — Pergamon — 135/134 BC — OGIS 331, Welles 65-67
| 1 | [—]․[— — — — — — — — — — — ἀναγράψαι δὲ καὶ εἰς στήλην λευκοῦ λί]- |
| [θ]ου καὶ τεθ[ῆναι εἰς τὸ ἱερὸν τῆς Ἀθηνᾶς τὰς ἐπιστολάς, ἐγγρά]- | |
| ψ̣αι δὲ καὶ εἰς [το]ὺς̣ ἱ̣εροὺς νόμους τ̣ο̣ὺ̣[ς τ]ῆ̣ς π̣[ό]λ̣εως τ̣όδ̣[ε τὸ] | |
| ψήφισμα καὶ χρῆσθαι αὐτῶι νόμωι κυρίωι εἰς ἅπαντα τὸγ χρόνον. | |
| 5 | βασιλεὺς Ἄτταλος Ἀθηναίωι τῶι ἀνεψιῶι χαίρειν· Σωσάνδρου̣ |
| τοῦ συντρόφου ἡμῶν, σοῦ δὲ γαμβροῦ κατασταθέντος ὑπὸ τἀ- | |
| δελφοῦ βασιλέως τοῦ Καθηγεμόνος Διονύσου ἱερέως καὶ συν̣- | |
| τετελεκότος τὰ ἱερὰ ἐμ πολλαῖς σφόδρα Τριετηρίσιν εὐσεβῶς | |
| μ̣ὲγ καὶ ἀξίως τοῦ θεοῦ, προσφιλῶς δὲ τῶι τε ἀδελφῶι καὶ ἡμῖγ | |
| 10 | κ̣αὶ τοῖς ἄλλοις ἅπασι ——— συνέβη ἐν ταῖς πρότερον Τριετηρίσι παρε- |
| ν̣οχληθέντα αὐτὸν ὑπὸ νευρικῆς διαθέσεως τὰς μὲν θυσίας συ[ν]- | |
| τελεῖμ μεθ’ ἡμῶν, τὰς δὲ πομπὰς καί τινα ἄλλα τῶμ πρὸς τὰ ἱερ̣ὰ | |
| δ̣ιατεινόντωμ μὴ δύνασθαι ——— τὸν υἱὸν αὐτοῦ Ἀθήναιον ἐκρίνα̣- | |
| [μ]ε̣μ προϊερᾶσθαι, ὅπως ὅσα ὑπὸ τοῦ Σωσάνδρου ἀδύνατα ἦγ̣ | |
| 15 | [γίν]ε̣σθαι, ὑπὸ τούτου ἐπιτελῆται. ἐπεὶ οὖν τότε μὲν τὰ καθήκον̣- |
| [τα ὡς ἔπρ]επεν ὁσίως συνετελέσθη, νῦν δὲ μετηλλαχκότος | |
| τοῦ̣ Σ̣ωσάνδρ̣[ου ἀ]ναγκαῖόν ἐστι κατασταθῆναί τινα ἱερέα, | |
| κεκρίκαμεγ κἀγὼ καὶ Ἄ̣τ̣τ̣[α]λ̣ος ὁ τἀδελφοῦ υἱὸς διαμεῖναι Ἀθηναίω̣[ι] | |
| τῶι υἱῶι αὐτοῦ τὴν ἱερεωσύ̣[ν]η̣γ καὶ ταύτην, ἐπεὶ καὶ κατὰ̣ συντυ̣- | |
| 20 | χίαν ζῶντος ἔτι τοῦ πατρὸς κα̣[τε]σ̣π̣ε̣ίσθη ἐπὶ τὰ ἱερά, ὑπολαμβά̣- |
| νοντες καὶ αὐτὸν τὸν Διόνυσον οὕτ̣ω[ς βε]βουλῆσθαι ἄξιόν τε αὐ- | |
| τὸν εἶναι καὶ τῆς τοῦ θεοῦ προστασίας καὶ̣ {[τ]οῦ} ἡμῶν τοῦ οἴκου. ὅ̣- | |
| πως δὲ καὶ σὺ εἰδῆις ὅτι περιτεθείκαμεν τὴ̣ν̣ τ̣ιμὴγ καὶ ταύτ[ην] | |
| τῶι Ἀθηναίωι, ἔκρινον ἐπιστεῖλαί σοι. | |
| 25 | ιη, Αὐδναίου ιθ. Ἀθηναγόρας ἐκ Περγάμου. |
| βασιλεὺς Ἄτταλος Κυζικηνῶν τῆι βουλῆι καὶ τῶι δήμωι χαίρει̣ν̣· [Ἀθή]- | |
| ναιος ὁ Σωσάνδρου υἱός, τοῦ γενομένου ἱερέως τοῦ Καθηγεμόνος Δ̣[ι]- | |
| ονύσου καὶ συντρόφου τοῦ πατρός μου, ὅτι μὲν ἡμῶν ἐστὶ συγ̣- | |
| γενής, οὐ πείθομαι ὑμᾶς ἀγνοεῖν, εἴ γε ὁ Σώσανδρος γήμας τὴν Ἀθη- | |
| 30 | ναίου θυγατέρα τοῦ Μειδίου, ὃς ἦν Ἀθήναιος ἀνεψιὸς τοῦ πατρός |
| μου, τοῦτον ἐγέννησεν. ὧι καὶ γενομένωι ἀξίωι τοῦ οἴκου ἡμῶν τὸ | |
| μὲμ πρῶτον Ἄτταλος ὁ θεῖός μου σὺγ καὶ τῆι ἐμῆι γνώμηι ζῶντος | |
| ἔτι τοῦ Σωσάνδρου ἔδωκε διὰ γένους ἱερεωσύνην τὴν τοῦ Διὸς | |
| τοῦ Σαβαζίου τιμιωτάτην οὖσαμ παρ’ ἡμῖν, ὕστερον δὲ μεταλλάξαντος | |
| 35 | τοῦ Σωσάνδρου διὰ τὴμ περὶ αὐτὸν οὖσαγ καλοκἀγαθίαγ καὶ περὶ τὸ θε[ῖ]- |
| ον εὐσέβειαγ καὶ τὴν πρὸς ἡμᾶς εὔνοιαγ καὶ πίστιγ καὶ τῆς τοῦ Καθηγε- | |
| μόνος Διονύσου ἱερεωσύνης ἠξιώσαμεν αὐτόν, κρίναντες αὐτὸγ καὶ | |
| ταύτης εἶναι ἄξιον τῆς τιμῆς καὶ πρεπόντως προστήσ<ε>σθαι μυστ[ηρί]- | |
| ων τηλικούτωγ κἀγὼ καὶ Ἄτταλος ὁ θεῖός μου, ὡς διασαφεῖται, ἐν τῶ[ι] | |
| 40 | ιη ἔτει τῆς ἐκείνου βασιλείας. εἰδὼς οὖν ὅτι πρὸς μητρὸς καὶ ὑμ[έ]- |
| τερός ἐστι πολίτης, ἔκρινα ἐπιστεῖλαι ὑμῖμ πέμψας καὶ τὰ λοιπὰ προ- | |
| στάγματα καὶ φιλάνθρωπα τὰ γραφέντα ὑφ’ ἡμῶμ περὶ τούτου, ὅπως | |
| εἰδῆτε ὡς ἔχομεμ φιλοστοργίας πρὸς αὐτόν. | |
| δ, Δίου ζ. Μένης ἐκ Περγάμου. | |
| 45 | βασιλεὺς Ἄτταλος Περγαμηνῶν τῆι βουλῆι καὶ τῶι δήμωι χαίρειν· ἐπεὶ βασ[ί]- |
| λισσα Στρατονίκη ἡ μήτηρ μου, εὐσεβεστάτη μὲγ γενομένη πασῶμ, φιλο̣- | |
| στοργοτάτη δὲ διαφερόντως πρός τε τὸμ πατέρα μου καὶ πρὸς ἐμέ, | |
| πρὸς ἅπαντας μὲν τοὺς θεοὺς εὐσεβῶς προσηνέχθη, μάλιστα δὲ | |
| πρὸς τὸν Δία τὸν Σαβάζιον, πατροπαράδοτον αὐτὸγ κομίσασα εἰς | |
| 50 | τὴμ πατρίδα ἡμῶν, ὃγ καὶ ἐμ πολλαῖς πράξεσι καὶ ἐμ πολλοῖς κινδύ- |
| νοις παραστάτηγ καὶ βοηθὸν ἡμῖγ γενόμενον ἐκρίναμεν διὰ τὰς ἐξ αὐτοῦ | |
| γενομένας ἐπιφανείας συγκαθιερῶσαι τῆι Νικηφόρωι Ἀθηνᾶι, νομίσαν- | |
| τες τοῦτον αὐτῶι ἄξιογ καὶ πρέποντα τόπον ὑπάρχειν, διεταξάμε- | |
| θα δὲ ἀκολούθως τούτοις καὶ περὶ θυσιῶγ καὶ πομπῶγ καὶ μυστηρίων | |
| 55 | τῶν ἐπιτελουμένωμ πρὸ πόλεως αὐτῶι ἐν τοῖς καθήκουσι καιροῖς καὶ τόποις, |
| ἐποήσαμεν δὲ αὐτοῦ καὶ ἱερέα διὰ γένους Ἀθήναιον τὸν ἐμόν, εὐσεβείαι κα[ὶ] | |
| καλοκἀγαθίαι διαφέροντα καὶ τῆι πρὸς ἡμᾶς διηνεκεῖ πίστει· κρίνομεν διὰ ταῦ- | |
| τα, ὅπως ἂν εἰς τὸν ἅπαντα χρόνον ἀκίνητα καὶ ἀμετάθετα μένηι τά τε πρὸς | |
| τὸν θεὸν τίμια καὶ τὰ πρὸς τὸν Ἀθήναιομ φιλάνθρωπα, τὰ γραφέντα ὑφ’ ἡμῶμ | |
| 60 | προστάγματα ἐν τοῖς ἱεροῖς νόμοις φέρεσθαι παρ’ ὑμῖν. |
| δ, Δίου δ. Λύτος ἐκ Περγάμου. |