[ ] Mys. — Pergamon — 138-133 BC — IvP II p.510 cf. — OGIS 332
1 [— — — — — — — — — — χώραν π]ο[λ]εμί[α]ν ἣ̣ν [π]ρῶ[τος — — — — — — — — — —]․․․Ο̣․[—]
[— — — — — — —, οὐδενὸ]ς τὸμ βασιλέα εὐνοίαι ὑπερτ̣ι̣θ̣εμ̣[ένου εἰ]ς̣ ἑα̣υ̣τ̣όν, ψηφίζεσ-
[θ]α̣[ι] τ̣ὰς πρεπούσας αὐτῶι τιμάς, ὅπως ἐπὶ τοῖς γεγενημένοις ἀγαθοῖς τῶι βασι-
λεῖ ἐκτενεῖς οἱ πολῖται φαίνωνται καὶ ἀποδιδόντες αὐτῶι τὰς καταξίας χά-
5 ριτας τῶν εὐημερημάτων καὶ τῶν εἰς ἑαυτοὺς εὐεργεσι̣ῶ̣ν· ἀγαθῆι τύ-
χηι δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι· στεφανῶσαι τὸμ βασιλέα χρυσῶι στε-
φάνωι ἀριστείωι, καθιερῶσαι δὲ αὐτοῦ καὶ ἄγαλμα πεντάπηχυ τεθωρακισμέ-
νον καὶ βεβηκὸς ἐπὶ σκύλων ἐν τῶι ναῶι τοῦ Σωτῆρος Ἀσκληπιοῦ, ἵνα ἦ[ι]
σύνναος τῶι θεῶι, στῆσαι δὲ αὐτοῦ καὶ εἰκόνα χρυσῆν ἔφιππον ἐπὶ στυ-
10 λίδος μαρμαρίνης παρὰ τὸν τοῦ Διὸς τ̣οῦ Σωτῆρος βωμόν, ὅπως ὑπάρχηι ἡ
εἰκὼν ἐν τῶι ἐπιφανεστάτωι τόπωι τῆς ἀγορᾶς, ἑκάστης τε ἡμέρας ὁ στε-
φανηφόρος καὶ ὁ ἱερεὺς τοῦ βασιλέως καὶ ἀ̣γωνοθέτης ἐπιθυέτωσαν λιβανωτὸν
ἐπὶ τοῦ βωμοῦ τ[ο]ῦ̣ Διὸς τοῦ Σωτῆρος τῶι βασιλεῖ. τὴν δὲ ὀγδόην, ἐν ἧι παρεγένετο
εἰς Πέργαμον, ἱεράν τε εἶναι ε̣[ἰ]ς ἅπαντα τὸν χρόνον καὶ ἐν αὐτῆι ἐπιτελεῖσθαι κατ’ ἐνι-
15 αυτὸν ὑπὸ τοῦ ἱερέως τοῦ Ἀσκληπιοῦ πομπὴν ὡς καλλίστην ἐκ τοῦ πρυτανε[ί]-
ου εἰς τὸ τέμενος τοῦ Ἀσκληπιοῦ καὶ τοῦ βασιλέως συμπομπευόντων τῶν εἰ-
θισμένων. καὶ παρασταθείσης θυσίας καὶ καλλιερηθείσης συναγέσθωσαν
ἐν τῶι ἱερῶι οἱ ἄρχοντες, δίδοσθαι δὲ εἴς τε τὴν θυσίαν καὶ τὴν σύνοδον αὐτῶν
ὑπὸ τοῦ ταμίου τῶν ἀμετοίστων προσόδων ἀπὸ τοῦ πόρου τοῦ Ἀσκληπιείου ἀρ-
20 γυρίου δραχμὰς πεντήκοντα, τὴν δὲ θυσίαν̣ [ἐπ]ὶ τῆς ὑποδοχῆς ἐπιμελείσθωσαν
οἱ ἱερονόμοι. γενέσθαι δὲ καὶ ἐπιγραφάς, ἐπὶ μὲν τοῦ ἀγάλματος "ὁ δῆμος βασιλέα
Ἄτταλον φιλομήτορα καὶ εὐεργέτην θεοῦ βασιλέως Εὐμένου σωτῆρος ἀρετῆ[ς]
ἕνεκεν καὶ ἀνδραγαθίας τῆς κατὰ πόλεμον, κρατήσαντα τῶν ὑπεναντίων", ἐ̣[πὶ]
δὲ τῆς εἰκόνος "ὁ δῆμος βασιλέα Ἄτταλον φιλομήτορα καὶ εὐεργέτην θεοῦ βασ[ιλέ]-
25 ως Εὐμένου σωτῆρος ἀρετῆς ἕνεκεν καὶ φρονήσεως τῆς συναυξούσης τὰ πράγ̣[μα]-
τα καὶ μεγαλομερείας τῆς εἰς ἑαυτόν."  ὅταν δὲ παραγίνηται εἰς τὴν πόλιν ἡμῶν, σ̣τ̣ε̣-
φανηφορῆσαι πάντα ἕκαστον στεφανηφόρον τῶν δώδεκα θεῶν καὶ θεοῦ βα-
σιλέως Εὐμένου, καὶ τοὺς ἱερεῖς καὶ τὰς ἱερε[ί]ας ἀνοίξαντας τοὺς ναοὺς τῶν θε-
ῶν καὶ ἐπιθύοντας {τὸν} λιβανωτὸν εὔχεσ̣θαι "νῦν τε καὶ εἰς τὸν ἀεὶ χρόνον
30 διδόναι βασιλεῖ Ἀττάλωι φιλομήτορι καὶ εὐεργέτηι ὑγίειαν σωτηρίαν νίκην
κράτος καὶ [— — — — —] κατ[ὰ π]όλ[εμον] κ[α]ὶ ἄρχοντι καὶ ἀμυνομένωι, καὶ τὴν βα-
σιλείαν αὐτοῦ διαμ<έ>ν[ε]ιν [κατὰ] τὸν ἅπαντα αἰῶνα ἀβλαβῆ μετὰ πάσης ἀσφα-
λείας." ἀπαντῆσαι δὲ α̣ὐτῶ̣[ι] τ̣ού[ς] τε προγεγραμμένους ἱερεῖς καὶ τὰς ἱε-
ρείας καὶ τοὺς στρατηγοὺς καὶ τοὺς ἄρχοντας καὶ τοὺς ἱερονίκας ἔχον-
35 τας τοὺς ἀπ̣ο̣σ̣(?)․ΝΛ[— — —]Ν[— — —]ους καὶ τ̣ὸγ [γυ]μνασίαρχον μετὰ τῶν
ἐφήβων κα̣ὶ τ[ῶ]ν νέ̣[ων] κ̣α̣[ὶ τ]ὸν [π]α̣ι̣δ̣ο[ν]όμ̣ον μετὰ̣ [τ]ῶ̣μ παίδων καὶ τοὺς πο-
λίτας καὶ τὰ̣ς [— — — — — — — — — — — —]τας καὶ τοὺς ἐνοικοῦντας
ἐν ἐσθῆ̣σιν λα̣[μπραῖς καὶ στεφάνοις]. ε̣[ἶ]ναι δὲ̣ καὶ τὴν ἡμέραν ἱε-
ράν, ἐν ἧ̣ι̣ ἂ̣μ παραγ[ί]νη̣ται [εἰς τὴ]μ̣ π̣όλ[ι]ν̣, [καὶ θ]ῦσα̣ι τοὺς πολίτας παν-
40 δημεὶ κατὰ φυλὰς παρασ[κευαζό]ν[τω]ν τῶν φυλάρχων θύματα, δοθῆναι
δὲ εἰς ἑκάστην φυλὴν [ε]ἰς [αὐτὰ ἐξ ἱερῶν κ]α̣ὶ πολιτικῶν προσόδων δραχμὰς
εἴκοσιν. παραστα[θ]ε̣[ί]σ̣ης̣ δὲ κ[αὶ θ]υσ̣ία̣ς ὡς καλλίστης ὑπὸ τοῦ δήμου ἐπὶ
τοῦ β̣ω̣μοῦ τοῦ Διὸς τοῦ Σω̣τῆρ[ος τῶ]ι βασιλεῖ̣, [ποιή]σ̣ασθ̣αι τὸν ἱ̣ε̣[ρ]ο̣κήρυκα τὴν
ἀναγ̣γ̣ε̣λίαν τήνδε· "ὁ δ̣[ῆμ]ο[ς ἐτίμησε βα]σ[ιλ]έ̣[α] Ἄτ[τ]αλον φιλομήτορα καὶ εὐ-
45 εργέτην θ̣εοῦ βασιλέ[ως Εὐμέν]ου σ[ωτ]ῆρ[ος] χρυσῶ[ι σ]τεφάν[ω]ι ἀ[ριστ]είωι καὶ
ἀγάλμα̣[τι πενταπήχει καὶ εἰκόνι <χρυσῆι>(?)] ἀρετ̣ῆ[ς ἕνε]κεν [κ]αὶ μ[ε]γαλομ[ερ]είας τῆς
εἰς ἑαυτόν̣." πά̣ν̣[τ]α̣ς(?) αν[— — — — — — — —]Λ[— — —]Κ[—, θῦ]σαι δὲ αὐτῶι καὶ ἄλλας
θυσίας μ̣[εγί]στωι ἀ̣[ναλώματι τοὺς ἱερέας(?) ἐπὶ τῶι β]ω̣[μ]ῶ̣ι τῆς Βουλαία̣ς Ἑστίας
[κ]αὶ̣ τ̣οῦ [Δ]ιὸ[ς τοῦ Β]ου[λαίου, οἱ δὲ στρατηγοὶ] κα̣[λ]ε̣ίτωσαν αὐτὸν εἰς τὸ πρυ-
50 τανεῖο[ν ἐπὶ] τ[ὴν κοινὴν ἑστίαν — — — — — — — — —]με[․]Ο̣Ν̣Ι̣Ο̣Ι̣Ι̣ν τοῖς τῶν χαρισ-
τηρίων [— — — — — — — — — — — — — — — —] τοῦ βα̣[σ]ιλέως [— — — — — — —]Ι̣․ β̣α̣[σ]ιλεύσει
δή[μου — — — — — — — — — — — — — — — — — — —]Λ[— —]α̣ς τὸ ψήφισμα κα̣ὶ πα-
ρακαλε̣ί̣τω[σ]αν εὔνουν [ὄντα] καὶ εὐ̣ε̣ρ̣γέτην τοῦ δήμου, συντηροῦντα τὴν
ὑπάρχουσαν διὰ προγόνω̣ν̣ [εὐμ]έ̣[νει]αν πρὸς τὴν πόλιν [ἀ]εί τινος ἀ̣γα[θ]οῦ
55 παραίτι̣ον γίνεσθαι αὐτὸν δ̣[ι]ὰ τὸν δ̣ῆ̣μον, ὅπως εἰς βελτίονα καὶ εὐδαιμο-
νεστέραν πα̣ραγίνηται κατά̣στασ[ι]ν τὰ κοινὰ τοῦ πολ̣[ι]τεύματος. ἵνα̣ δὲ τὰ γε-
γενημέ̣να̣ [ἐπιτ]εύγμα[τ]α̣ τ̣ῶ̣ι̣ β̣α̣σ̣ι̣[λ]ε̣ῖ̣ ἐν τοῖς κατὰ πόλ̣ε̣μον ἀγῶσιν ἐκφανῆ
δι’ α̣ἰ[ῶ]ν[ος πᾶσιν] ὑπάρχ[η]ι καὶ ἡ̣ [διὰ αὐτ]οῦ [μεγ]α̣λομ̣έ̣ρε̣ια προ[σοῦσα] ὑπὸ πάν-
των θεῶν̣ [ἡμῖν], ἀναγρ[άψαι] τ̣ὸ ψήφισμα εἰς στήλην μαρμαρίνην καὶ στῆσαι
60 ἐν τῶι το[ῦ] Ἀσκληπιοῦ ἱερῶι πρὸ τοῦ να̣οῦ, τὴν ἐπιμέλειαν πορισαμένων
τῶν στρ̣α̣τηγῶν. τὸ δὲ ψήφισμα τόδε κ̣ύριον εἶναι εἰς ἅπαντα τὸν χρόνον
καὶ κατ[α]τε[θῆν]αι αὐτὸ ἐν νόμο[ις] ἱ̣ε[ροῖ]ς̣.
Search Help