[ ]
Mys. — Pergamon — 138-133 BC — IvP II p.510 cf. — OGIS 332
1 | [— — — — — — — — — — χώραν π]ο[λ]εμί[α]ν ἣ̣ν [π]ρῶ[τος — — — — — — — — — —]․․․Ο̣․[—] |
[— — — — — — —, οὐδενὸ]ς τὸμ βασιλέα εὐνοίαι ὑπερτ̣ι̣θ̣εμ̣[ένου εἰ]ς̣ ἑα̣υ̣τ̣όν, ψηφίζεσ- | |
[θ]α̣[ι] τ̣ὰς πρεπούσας αὐτῶι τιμάς, ὅπως ἐπὶ τοῖς γεγενημένοις ἀγαθοῖς τῶι βασι- | |
λεῖ ἐκτενεῖς οἱ πολῖται φαίνωνται καὶ ἀποδιδόντες αὐτῶι τὰς καταξίας χά- | |
5 | ριτας τῶν εὐημερημάτων καὶ τῶν εἰς ἑαυτοὺς εὐεργεσι̣ῶ̣ν· ἀγαθῆι τύ- |
χηι δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι· στεφανῶσαι τὸμ βασιλέα χρυσῶι στε- | |
φάνωι ἀριστείωι, καθιερῶσαι δὲ αὐτοῦ καὶ ἄγαλμα πεντάπηχυ τεθωρακισμέ- | |
νον καὶ βεβηκὸς ἐπὶ σκύλων ἐν τῶι ναῶι τοῦ Σωτῆρος Ἀσκληπιοῦ, ἵνα ἦ[ι] | |
σύνναος τῶι θεῶι, στῆσαι δὲ αὐτοῦ καὶ εἰκόνα χρυσῆν ἔφιππον ἐπὶ στυ- | |
10 | λίδος μαρμαρίνης παρὰ τὸν τοῦ Διὸς τ̣οῦ Σωτῆρος βωμόν, ὅπως ὑπάρχηι ἡ |
εἰκὼν ἐν τῶι ἐπιφανεστάτωι τόπωι τῆς ἀγορᾶς, ἑκάστης τε ἡμέρας ὁ στε- | |
φανηφόρος καὶ ὁ ἱερεὺς τοῦ βασιλέως καὶ ἀ̣γωνοθέτης ἐπιθυέτωσαν λιβανωτὸν | |
ἐπὶ τοῦ βωμοῦ τ[ο]ῦ̣ Διὸς τοῦ Σωτῆρος τῶι βασιλεῖ. τὴν δὲ ὀγδόην, ἐν ἧι παρεγένετο | |
εἰς Πέργαμον, ἱεράν τε εἶναι ε̣[ἰ]ς ἅπαντα τὸν χρόνον καὶ ἐν αὐτῆι ἐπιτελεῖσθαι κατ’ ἐνι- | |
15 | αυτὸν ὑπὸ τοῦ ἱερέως τοῦ Ἀσκληπιοῦ πομπὴν ὡς καλλίστην ἐκ τοῦ πρυτανε[ί]- |
ου εἰς τὸ τέμενος τοῦ Ἀσκληπιοῦ καὶ τοῦ βασιλέως συμπομπευόντων τῶν εἰ- | |
θισμένων. καὶ παρασταθείσης θυσίας καὶ καλλιερηθείσης συναγέσθωσαν | |
ἐν τῶι ἱερῶι οἱ ἄρχοντες, δίδοσθαι δὲ εἴς τε τὴν θυσίαν καὶ τὴν σύνοδον αὐτῶν | |
ὑπὸ τοῦ ταμίου τῶν ἀμετοίστων προσόδων ἀπὸ τοῦ πόρου τοῦ Ἀσκληπιείου ἀρ- | |
20 | γυρίου δραχμὰς πεντήκοντα, τὴν δὲ θυσίαν̣ [ἐπ]ὶ τῆς ὑποδοχῆς ἐπιμελείσθωσαν |
οἱ ἱερονόμοι. γενέσθαι δὲ καὶ ἐπιγραφάς, ἐπὶ μὲν τοῦ ἀγάλματος "ὁ δῆμος βασιλέα | |
Ἄτταλον φιλομήτορα καὶ εὐεργέτην θεοῦ βασιλέως Εὐμένου σωτῆρος ἀρετῆ[ς] | |
ἕνεκεν καὶ ἀνδραγαθίας τῆς κατὰ πόλεμον, κρατήσαντα τῶν ὑπεναντίων", ἐ̣[πὶ] | |
δὲ τῆς εἰκόνος "ὁ δῆμος βασιλέα Ἄτταλον φιλομήτορα καὶ εὐεργέτην θεοῦ βασ[ιλέ]- | |
25 | ως Εὐμένου σωτῆρος ἀρετῆς ἕνεκεν καὶ φρονήσεως τῆς συναυξούσης τὰ πράγ̣[μα]- |
τα καὶ μεγαλομερείας τῆς εἰς ἑαυτόν." ὅταν δὲ παραγίνηται εἰς τὴν πόλιν ἡμῶν, σ̣τ̣ε̣- | |
φανηφορῆσαι πάντα ἕκαστον στεφανηφόρον τῶν δώδεκα θεῶν καὶ θεοῦ βα- | |
σιλέως Εὐμένου, καὶ τοὺς ἱερεῖς καὶ τὰς ἱερε[ί]ας ἀνοίξαντας τοὺς ναοὺς τῶν θε- | |
ῶν καὶ ἐπιθύοντας {τὸν} λιβανωτὸν εὔχεσ̣θαι "νῦν τε καὶ εἰς τὸν ἀεὶ χρόνον | |
30 | διδόναι βασιλεῖ Ἀττάλωι φιλομήτορι καὶ εὐεργέτηι ὑγίειαν σωτηρίαν νίκην |
κράτος καὶ [— — — — —] κατ[ὰ π]όλ[εμον] κ[α]ὶ ἄρχοντι καὶ ἀμυνομένωι, καὶ τὴν βα- | |
σιλείαν αὐτοῦ διαμ<έ>ν[ε]ιν [κατὰ] τὸν ἅπαντα αἰῶνα ἀβλαβῆ μετὰ πάσης ἀσφα- | |
λείας." ἀπαντῆσαι δὲ α̣ὐτῶ̣[ι] τ̣ού[ς] τε προγεγραμμένους ἱερεῖς καὶ τὰς ἱε- | |
ρείας καὶ τοὺς στρατηγοὺς καὶ τοὺς ἄρχοντας καὶ τοὺς ἱερονίκας ἔχον- | |
35 | τας τοὺς ἀπ̣ο̣σ̣(?)․ΝΛ[— — —]Ν[— — —]ους καὶ τ̣ὸγ [γυ]μνασίαρχον μετὰ τῶν |
ἐφήβων κα̣ὶ τ[ῶ]ν νέ̣[ων] κ̣α̣[ὶ τ]ὸν [π]α̣ι̣δ̣ο[ν]όμ̣ον μετὰ̣ [τ]ῶ̣μ παίδων καὶ τοὺς πο- | |
λίτας καὶ τὰ̣ς [— — — — — — — — — — — —]τας καὶ τοὺς ἐνοικοῦντας | |
ἐν ἐσθῆ̣σιν λα̣[μπραῖς καὶ στεφάνοις]. ε̣[ἶ]ναι δὲ̣ καὶ τὴν ἡμέραν ἱε- | |
ράν, ἐν ἧ̣ι̣ ἂ̣μ παραγ[ί]νη̣ται [εἰς τὴ]μ̣ π̣όλ[ι]ν̣, [καὶ θ]ῦσα̣ι τοὺς πολίτας παν- | |
40 | δημεὶ κατὰ φυλὰς παρασ[κευαζό]ν[τω]ν τῶν φυλάρχων θύματα, δοθῆναι |
δὲ εἰς ἑκάστην φυλὴν [ε]ἰς [αὐτὰ ἐξ ἱερῶν κ]α̣ὶ πολιτικῶν προσόδων δραχμὰς | |
εἴκοσιν. παραστα[θ]ε̣[ί]σ̣ης̣ δὲ κ[αὶ θ]υσ̣ία̣ς ὡς καλλίστης ὑπὸ τοῦ δήμου ἐπὶ | |
τοῦ β̣ω̣μοῦ τοῦ Διὸς τοῦ Σω̣τῆρ[ος τῶ]ι βασιλεῖ̣, [ποιή]σ̣ασθ̣αι τὸν ἱ̣ε̣[ρ]ο̣κήρυκα τὴν | |
ἀναγ̣γ̣ε̣λίαν τήνδε· "ὁ δ̣[ῆμ]ο[ς ἐτίμησε βα]σ[ιλ]έ̣[α] Ἄτ[τ]αλον φιλομήτορα καὶ εὐ- | |
45 | εργέτην θ̣εοῦ βασιλέ[ως Εὐμέν]ου σ[ωτ]ῆρ[ος] χρυσῶ[ι σ]τεφάν[ω]ι ἀ[ριστ]είωι καὶ |
ἀγάλμα̣[τι πενταπήχει καὶ εἰκόνι <χρυσῆι>(?)] ἀρετ̣ῆ[ς ἕνε]κεν [κ]αὶ μ[ε]γαλομ[ερ]είας τῆς | |
εἰς ἑαυτόν̣." πά̣ν̣[τ]α̣ς(?) αν[— — — — — — — —]Λ[— — —]Κ[—, θῦ]σαι δὲ αὐτῶι καὶ ἄλλας | |
θυσίας μ̣[εγί]στωι ἀ̣[ναλώματι τοὺς ἱερέας(?) ἐπὶ τῶι β]ω̣[μ]ῶ̣ι τῆς Βουλαία̣ς Ἑστίας | |
[κ]αὶ̣ τ̣οῦ [Δ]ιὸ[ς τοῦ Β]ου[λαίου, οἱ δὲ στρατηγοὶ] κα̣[λ]ε̣ίτωσαν αὐτὸν εἰς τὸ πρυ- | |
50 | τανεῖο[ν ἐπὶ] τ[ὴν κοινὴν ἑστίαν — — — — — — — — —]με[․]Ο̣Ν̣Ι̣Ο̣Ι̣Ι̣ν τοῖς τῶν χαρισ- |
τηρίων [— — — — — — — — — — — — — — — —] τοῦ βα̣[σ]ιλέως [— — — — — — —]Ι̣․ β̣α̣[σ]ιλεύσει | |
δή[μου — — — — — — — — — — — — — — — — — — —]Λ[— —]α̣ς τὸ ψήφισμα κα̣ὶ πα- | |
ρακαλε̣ί̣τω[σ]αν εὔνουν [ὄντα] καὶ εὐ̣ε̣ρ̣γέτην τοῦ δήμου, συντηροῦντα τὴν | |
ὑπάρχουσαν διὰ προγόνω̣ν̣ [εὐμ]έ̣[νει]αν πρὸς τὴν πόλιν [ἀ]εί τινος ἀ̣γα[θ]οῦ | |
55 | παραίτι̣ον γίνεσθαι αὐτὸν δ̣[ι]ὰ τὸν δ̣ῆ̣μον, ὅπως εἰς βελτίονα καὶ εὐδαιμο- |
νεστέραν πα̣ραγίνηται κατά̣στασ[ι]ν τὰ κοινὰ τοῦ πολ̣[ι]τεύματος. ἵνα̣ δὲ τὰ γε- | |
γενημέ̣να̣ [ἐπιτ]εύγμα[τ]α̣ τ̣ῶ̣ι̣ β̣α̣σ̣ι̣[λ]ε̣ῖ̣ ἐν τοῖς κατὰ πόλ̣ε̣μον ἀγῶσιν ἐκφανῆ | |
δι’ α̣ἰ[ῶ]ν[ος πᾶσιν] ὑπάρχ[η]ι καὶ ἡ̣ [διὰ αὐτ]οῦ [μεγ]α̣λομ̣έ̣ρε̣ια προ[σοῦσα] ὑπὸ πάν- | |
των θεῶν̣ [ἡμῖν], ἀναγρ[άψαι] τ̣ὸ ψήφισμα εἰς στήλην μαρμαρίνην καὶ στῆσαι | |
60 | ἐν τῶι το[ῦ] Ἀσκληπιοῦ ἱερῶι πρὸ τοῦ να̣οῦ, τὴν ἐπιμέλειαν πορισαμένων |
τῶν στρ̣α̣τηγῶν. τὸ δὲ ψήφισμα τόδε κ̣ύριον εἶναι εἰς ἅπαντα τὸν χρόνον | |
καὶ κατ[α]τε[θῆν]αι αὐτὸ ἐν νόμο[ις] ἱ̣ε[ροῖ]ς̣. |