[ ]
Mys. — Pergamon — Hellenistic period
1 | ΑΥ[— — — — — —]#⁷Λ̣[— — —]ΕΗΣ․[— — —] α̣ὐτὸν̣ [— — —]ΗΣΙ |
Μο[ῦσά] π̣οτ’ ἀρρήτ̣[ου]ς θήκα[ο] γεινα[μένη]. | |
α[ἵ]δε τοι ἀμφίλογον μύθων περὶ δῆ̣[ριν ἔ]θεντ̣ο̣· | |
Σμ̣ύρνα τε καὶ γαίης Οἰνοπ̣ίωνος ἕ̣[δ]ος | |
5 | καὶ Κολοφῶν Κύμ̣η τε. μέτα πτολέ[ε]σσι δὲ πάσαις |
ἀμφὶ σέθεν γενεῆς ἵμερος ἱεμέναις· | |
τοῖόν τοι κλέος αἰπὺ μετὰ ζώιοισιν ἀοιδῆς, | |
ἔστε περ̣ιστείχη̣ι νύξ τε καὶ ἠέλιος. | |
{²vacat}² | |
9 | τὸν περιδήριτον κοσμήτορα θεῖον Ὅ̣μηρον |
10 | λεύσσετ’, ἐν ὧι πᾶσαι νεῖκος ἔθεντο πόλεις· |
Σμύρνα, Χίος, Κολοφῶ̣ν, Κύμη κα̣ὶ πᾶσα πελασγὶς | |
Ἑλλὰς καὶ νήσων ἄστεα καὶ Τροΐης. | |
οὐ νέμεσις· τόσσογ γὰρ ἐπὶ χθονὶ φ̣έγγος ἔλαμψε | |
Μουσάων ὁπ̣όσον τείρεσιν ἠέλιος. | |
{²vacat}² | |
15 | μυρίος αἰολίδαισιν ὑπέρ σεο μόχθος, Ὅμηρε, |
Κυμαίοις ἱερᾶς̣ τ’ ἐνναέταισι̣ Χίου, | |
μυρία δὲ Σμύρναι Κολοφῶνί τε νείκεα λείπεις· | |
μούνωι δέ γνωστὰ Ζηνὶ τεὰ γένεσις, | |
αἵδε μάταν ὑλάουσι γὰρ ὄστεον οἷάτε λ̣ίχνοι | |
20 | [ἅ]ρπυιαι θοινᾶ̣ς μειρόμεναι σκύλακες. |