[ ]
Mys. — Pergamon — 166 BC or shortly after — OGIS 299
1 | ὁ δῆμος |
Μῆτριν Ἀρτεμιδώρου | |
ἱερητεύσασαν τὰ ἔνατα | |
Νικηφόρια τοῦ στεφανίτου ἀγῶνος. | |
5 | ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· γνώμη στρατηγῶν· ἐπεὶ ἱερητευούσης |
τῆς Νικηφόρου Ἀθηνᾶς Μήτριδος, τῆς Ἀρτεμιδώρου τοῦ Θεοτίμου θυγατρός, | |
μείζονα εὐημερήματα γέγονεν τῶι βασιλεῖ, ἐξ ὧν τὰ μέγιστ’ ἀγαθὰ τῶι τε ἡμε- | |
τέρωι δήμωι καὶ τοῖς ἄλλοις ἅπασιν περιγέγονεν, καθήκοντ’ ἐστίν, πρὸς | |
τὴν κοινὴν τιμὴν τοῦ πράγματος ἀνήκοντος, πρόνοιαν ἡμᾶς ποιήσασθαι τῶν τοιούτων | |
10 | τὴν μεγίστην. διὸ καὶ ἀγαθῆι τύχηι δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι· ἐπῃ- |
νῆσθαί τε Μῆτριν τὴν ἱέρειαν τῆς Ἀθηνᾶς ἐπὶ τῶι προσηνῆ γεγενῆσθαι | |
αὐτὴν τῆι θεᾶι καὶ τὴν καλλίστην κατάστασιν ἀπηντηκέναι τῶν πραγμάτων | |
καὶ στεφανῶσαι αὐτὴν χρυσῶι στεφάνωι τῶι ἐκ τοῦ νόμου καὶ εἰκόνι | |
χαλκῆι, ἣν στῆσαι ἐν τῶι ἱερῶι τῆς Νικηφόρου Ἀθηνᾶς, καὶ ἐπιγράψαι ἐπὶ | |
15 | τοῦ βήματος ὅτι "ὁ δῆμος Μῆτριν Ἀρτεμιδώρου ἱερητεύσασαν τὰ ἔνατα Νι- |
κηφόρια τοῦ στεφανίτου ἀγῶνος". τὴν δ’ ἀναγόρευσιν ποιήσασθαι τῶν | |
ἐψηφισμένων τιμῶν τὸν ἀγωνοθέτην Τριετηρίδων τῆι δεύτερ<αι> ἡμέραι, | |
ἐν ἧι τοὺς χοροὺς ἵστησιν ἡ πόλις τῆι θεᾶι. |