[ ]
Mys. — Pergamon — 166 BC or shortly after — OGIS 299
| 1 | ὁ δῆμος |
| Μῆτριν Ἀρτεμιδώρου | |
| ἱερητεύσασαν τὰ ἔνατα | |
| Νικηφόρια τοῦ στεφανίτου ἀγῶνος. | |
| 5 | ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· γνώμη στρατηγῶν· ἐπεὶ ἱερητευούσης |
| τῆς Νικηφόρου Ἀθηνᾶς Μήτριδος, τῆς Ἀρτεμιδώρου τοῦ Θεοτίμου θυγατρός, | |
| μείζονα εὐημερήματα γέγονεν τῶι βασιλεῖ, ἐξ ὧν τὰ μέγιστ’ ἀγαθὰ τῶι τε ἡμε- | |
| τέρωι δήμωι καὶ τοῖς ἄλλοις ἅπασιν περιγέγονεν, καθήκοντ’ ἐστίν, πρὸς | |
| τὴν κοινὴν τιμὴν τοῦ πράγματος ἀνήκοντος, πρόνοιαν ἡμᾶς ποιήσασθαι τῶν τοιούτων | |
| 10 | τὴν μεγίστην. διὸ καὶ ἀγαθῆι τύχηι δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι· ἐπῃ- |
| νῆσθαί τε Μῆτριν τὴν ἱέρειαν τῆς Ἀθηνᾶς ἐπὶ τῶι προσηνῆ γεγενῆσθαι | |
| αὐτὴν τῆι θεᾶι καὶ τὴν καλλίστην κατάστασιν ἀπηντηκέναι τῶν πραγμάτων | |
| καὶ στεφανῶσαι αὐτὴν χρυσῶι στεφάνωι τῶι ἐκ τοῦ νόμου καὶ εἰκόνι | |
| χαλκῆι, ἣν στῆσαι ἐν τῶι ἱερῶι τῆς Νικηφόρου Ἀθηνᾶς, καὶ ἐπιγράψαι ἐπὶ | |
| 15 | τοῦ βήματος ὅτι "ὁ δῆμος Μῆτριν Ἀρτεμιδώρου ἱερητεύσασαν τὰ ἔνατα Νι- |
| κηφόρια τοῦ στεφανίτου ἀγῶνος". τὴν δ’ ἀναγόρευσιν ποιήσασθαι τῶν | |
| ἐψηφισμένων τιμῶν τὸν ἀγωνοθέτην Τριετηρίδων τῆι δεύτερ<αι> ἡμέραι, | |
| ἐν ἧι τοὺς χοροὺς ἵστησιν ἡ πόλις τῆι θεᾶι. |