[ ] Mys. — Pergamon — mid-3rd c. BC or sh.bef. — Welles 24
1 [ὁ δ’ ἀε]ὶ̣ λ̣αχὼν φορείτω
[χ]λαμύδα λευκὴν καὶ στ̣[έ]-
φανον ἐλάας μετὰ ταινι̣-
δίου φοινικιοῦ καὶ λαμβα-
5 νέτω τῶν θυομένων γέ-
ρα τὸ δέρμα καὶ κωλέαν
καὶ τῶν ἐργαστηρίων ὧν
ἀνατέθηκα τὴν πρόσο-
δον· μισθούτω δ’ ἀεὶ ὁ λα-
10 χών, ἐπεσκευασμένα
δὲ παραδιδότω ὁ ἐξι-
ὼν ἢ ἀποτινέτω τὸ γε-
νόμε̣νον εἰς τὴν ἐπι-
σ̣κευὴν δαπάνημα.
15 ἀφείσθω δὲ καὶ τῶν λῃ-
τουργιῶν πασῶν, ὃν ἂ̣ν
χρόνον ἔχηι τὸν στέ-
φανον. τὰ δὲ ἀργυρώμα-
τα τοῦ θεοῦ καὶ τὰ ἄλ-
20 λα ἀναθέματα τηρή-
σας τῶι εἰσιόντι παρα-
διδότω.    ἔρρωσο.
Search Help
Contact Us