[ ]
Mys. — Pergamon — 263-241 BC — OGIS 267; Welles 23
1 | [Εὐμένης Φιλεταίρου Περγαμηνῶν τῶι δήμωι χαίρ]ειν. |
[Παλάμανδρος, Σκύμνος, Μητρόδωρος, Θεότιμος, Φί]λ̣ισκος, | |
[οἱ κατασταθέντες ἐφ’ ἱερέως {²τοῦ δεῖνος}²] σ̣τρα̣τ̣η̣γ̣οὶ φαίνοντα[ι] | |
[ἐν παντὶ καιρῶι καλῶς προεστηκότες] τ̣ῆς ἀρχῆς· τῶν τε γὰρ̣ | |
5 | [ἱερῶν καὶ τῶν πολιτικῶν πάντα] μ̣ὲν πεπολίτευνται δικαίως, |
[οὐ μόνον δὲ τάς τε] τ̣ῆς πόλεως καὶ τὰς ἱερὰς προσόδους | |
[τὰς οὔσας] ἐ̣φ’ αὑτῶν ὠικονομήκασι συμφερόντως τῶι δήμωι καὶ | |
[το]ῖς θεοῖς, ἀλλὰ καὶ τὰ παραλελειμμένα ὑπὸ τῶν πρότερον | |
ἀρχείων ἀναζητήσαντες καὶ οὐθενὸς τῶν κατεσχηκότων | |
10 | τι φεισάμενοι ἀποκατέστησαν τῆι πόλει, ἐπεμελήθησαν δὲ |
καὶ περὶ τῆς ἐπισκευῆς τῶν ἱερῶν ἀναθημάτων, ὥστε τούτων | |
εἰς ἀποκατάστασιν ἀγηγοχότων τὰ προγεγραμμένα καὶ τοὺς | |
ἐπιγινομένους στρατηγοὺς ἐπακολουθοῦντας τῆι ὑφηγήσει̣ | |
εὐχερῶς δύνασθαι διοικεῖν τὰ κοινά. κρίνοντες οὖν δίκαιον εἶναι | |
15 | μὴ ὀλιγωρεῖν τῶν οὕτως ἐπιστατούντων, ἵνα καὶ οἱ μετὰ ταῦτα |
δεικνύμενοι πειρῶνται κατὰ τρόπον προίστασθαι τοῦ δήμου, | |
αὐτοί τε διεγνώκαμεν τοῖς Παναθηναίοις στεφανοῦν αὐτοὺς | |
καὶ πρὸς ὑμᾶς ὤιμεθα δεῖν γράψαι περὶ τούτων, ὅπως ἐν τῶι | |
μεταξὺ χρόνωι βουλευσάμενοι τιμήσητε αὐτοὺς καθότι ἂν | |
20 | ἀξίους ὑπολαμβάνητε εἶναι. ἔρρωσθε. |
20a | {²vacat}² |
21 | ἔγνω δῆμος· Ἀρχέστρατος Ἑρμίππου εἶπεν· ἐπειδὴ οἱ καταστα- |
θέντες ὑπ’ Εὐμένους στρατηγοὶ Παλάμανδρος, Σκύμνος, | |
Μητρόδωρος, Θεότιμος, Φίλισκος καλῶς τῆς ἀρχῆς προέστη- | |
σαν καθάπερ καὶ Εὐμένης ἐπέστειλε· δεδόχθαι τῶι δήμωι | |
25 | ἐπαινέσαι μὲν Εὐμένη διότι ἐμ παντὶ καιρῶι πρόνοιαν ποεῖται |
τῶν τῶι δήμωι χρησίμων καὶ τοὺς εἰς ταῦτα συναντιλαμβανο- | |
μένους τῶν πολιτῶν τιμᾶι τε καὶ στεφανοῖ, βουλόμενος τοὺς | |
ἄρχοντας τοὺς καθισταμένους προθυμοτέρους κατασκευάζειν | |
εἰς τὸ φροντίζειν τῶν τε ἱερῶν καὶ τῶν πολιτικῶν. ἵνα δὲ καὶ ὁ δῆ- | |
30 | μος φανερὸς γίνηται Εὐμένει σπεύδων περὶ τῶν τοιούτων ἀνδρῶν, |
δεδόχθαι τῶι δήμωι, στεφανῶσαί τε αὐτοὺς ἐν τοῖς Παναθη- | |
ναίοις χρυσῶι στεφάνωι ἀρετῆς ἕνεκεν καὶ εὐνοίας τῆς εἰς | |
Εὐμένη τε καὶ τὸν δῆμον, διδότωσαν δὲ αὐτοῖς ἀεὶ οἱ ταμίαι οἱ κα- | |
<θ>ιστάμενοι κατ’ ἐνιαυτὸν ἐν τοῖς Εὐμενείοις πρόβατον, οἱ δὲ | |
35 | λαμβάνοντες θυέτωσαν Εὐμένει εὐεργέτηι, ἵνα φανερὸς ἦι ὁ δῆμ[ο]ς̣ |
ἅπασιν εὐχάριστος ὤν. ἀναγράψαι δὲ τήν τε ἐπιστολὴν τὴν | |
παρ’ Εὐμένου καὶ τὸ ψήφισμα εἰς στήλην λιθίνην καὶ στῆσαι ἐν τῆι | |
ἀγορᾶι, τὸ δὲ ἀνάλωμα τὸ εἰς τὴν στήλην καὶ τὴν ἀναγραφὴν δοῦναι | |
τοὺς ταμίας τοὺς ἐφ’ ἱερέως Ἀρκέοντος. |