[ ]
Mys. — Pergamon — sh. aft. 263 BC — IvP II p.507 cf. — OGIS 266
1 | [ἀξ]ιώματα ἃ ἐπεχ̣[ώρη]σ̣εν Εὐμένης Φιλεταίρο[υ τοῖς] |
[ἐ]μ̣ Φιλεταιρείαι στρατ̣ιώταις καὶ τοῖς ἐν Ἀτταλείαι· | |
[σ]ίτου τιμὴν ἀποτίνειν τοῦ μεδίμνου δραχμὰς τέσσ[α]- | |
[ρ]ας, οἴνου τοῦ μετρητοῦ δραχμὰς τέσσαρας. ὑπὲρ τοῦ | |
5 | ἐνιαυτοῦ· ὅπως ἂν ἄγηται δεκάμηνος, ἐμβόλιμον δὲ |
οὐκ ἄξει. ὑπὲρ τῶν τὸν ἀριθμὸν ἀποδόντων τὸν κύριον | |
καὶ γενομένων ἀπέργων· ὅπως τὸ ὀψώνιον λαμβάνωσι | |
τοῦ προειργασμένου χρόνου. ὑπὲρ ὀρφανικῶν· ὅπως ἂν | |
οἱ ἄγχιστα γένους λαμβάνωσιν ἢ ὧι ἂν ἀπολίπηι. ὑπὲρ τελῶν· | |
10 | ὅπως ἂν ἡ ἀτέλεια ὑπάρχηι ἡ ἐν τῶι τετάρτωι καὶ τεσσαρα- |
κοστῶι ἔτει. ἐάν τις ἄπεργος γένηται ἢ παραιτή[σ]ηται, ἀφιέσ̣- | |
[θ]ω καὶ ἀτελὴς ἔστω ἐξάγων τὰ αὑτοῦ ὑπάρχοντα. ὑπ[ὲρ] | |
τ̣οῦ ὀψωνίου, οὗ ὡμολόγησεν τῆς τετραμήνου· ἵνα δοθῆι [τὸ ὁ]- | |
μ̣όλογον, καὶ μὴ ὑπολογιζέσθ̣ω εἰς τὸ ὀψώνιον. ὑπὲρ τῶν λευ[․․]- | |
15 | νων· ὅπως καὶ τὸν σῖτον λάβωσιν τοῦ χρόνου, οὗ καὶ τὸν στέφανον. |
τὸν ὅρκον δὲ καὶ τὴν ὁμολογίαν ἀναγραψάτω εἰς στήλας λιθί- | |
[ν]α̣ς τέσσαρας καὶ ἀναθ̣έτω μίαμ μὲν ἐμ Περγάμωι ἐν τῶι τῆς | |
Ἀ̣θ̣ηνᾶς ἱερῶι, μίαν δὲ ἐγ Γρυνείωι, μίαν δὲ ἐν Δήλωι, μίαν δὲ ἐμ Μιτυ- | |
λήνηι ἐν τῶι τοῦ Ἀσκληπιοῦ. ὅρκος ὃν ὤμοσεν Παράμονος καὶ οἱ | |
20 | ἡγεμόνες καὶ οἱ ὑφ’ αὐτοὺς στρατιῶται οἱ ὄντες ἐμ Φιλεταιρείαι |
τῆι ὑπὸ τὴν Ἴδην καὶ Πολύλαος καὶ οἱ ὑφ’ αὐτὸν ἡγεμόνες καὶ στ[ρα]- | |
τιῶται οἱ ὄντες ἐν Ἀτταλείαι καὶ Ἀττινᾶς ἱππάρχης καὶ οἱ ὑφ’ αὐ- | |
τὸν ἱππεῖς καὶ Ὀλώιχος κ̣αὶ οἱ ὑφ’ αὐτὸν Τραλεῖς· ὀμνύω Δία, Γῆν, | |
Ἥλιον, Ποσειδῶ, Δήμητρα, Ἄρ̣η, Ἀθηνᾶν ἀρείαν καὶ τὴν Ταυροπόλον | |
25 | κα̣ὶ τοὺς ἄλλους θεοὺς πάν̣τ̣ας καὶ πάσας· διαλύομαι ἀπὸ τοῦ |
[βε]λ̣τίστου πρὸς Εὐμένη τὸν Φιλεταίρου καὶ εὐνοήσω αὐτῶι καὶ | |
[τοῖς ἐ]κείνου καὶ οὐκ ἐπιβ[ο]υλ[εύ]σω Εὐμένει τῶι Φιλεταίρου οὐδὲ ὅπλα | |
[ὑπενα]ντία θήσομαι [οὐ]δ’ ἐγκαταλείψω Εὐμένη, ἀλλὰ μαχοῦμαι | |
[ὑπὲρ α]ὐτοῦ καὶ τῶν̣ πραγμάτων τῶν ἐκείνου ἕως ζωῆς καὶ θανά- | |
30 | [του. παρ]έξομαι δὲ καὶ τὴν ἄ̣λλην χρείαν εὐνόως καὶ ἀπροφα- |
σ̣ί[σ]τως μ̣ε̣τὰ πάσης προθυμί̣ας εἰς δύναμιν εἶναι τὴν ἐμήν. | |
ἐάν τέ τινα αἰσθάνωμαι ἐπι[β]ουλεύοντα Εὐμένει τῶι Φιλεταίρο[υ] | |
[ἢ ἄ]λλο τι πράσσοντα ἐναντίον ἐκείνωι ἢ τοῖς πράγμασιν αὐτο- | |
[ῦ, οὐ]κ ἐπιτρέψω εἰς̣ δύναμιν εἶναι τὴν ἐμὴν καὶ ἐξαγγελῶ πα- | |
35 | [ραχρ]ῆ̣μα ἢ ὡς ἂν τά̣χιστα [δ]ύ̣νωμαι τὸν τούτων τι ποιοῦντα |
[Εὐμέ]νει τῶι Φιλεταίρ̣ο̣υ ἢ ὃν ἂν ὑπολαμβάνω τάχιστα τούτωι | |
[ἐμφανι]εῖν. <δ>ιαφυλάξω δὲ κ̣αί, ἐάν τι παραλάβω παρ’ αὐτοῦ, ἢ πόλιν ἢ φρού- | |
[ριον ἢ ν]αῦς ἢ χρήματα ἢ ἄλλ̣ο ὃ ἄμ μοι παραδοθ̣ῆι, καὶ ἀποδώσω ὀρ̣θ̣ῶς | |
[καὶ] δικαίως Εὐμένει τῶι Φιλετα̣ίρου ἢ ὧι ἂν οὗτος προστάσσηι, ποιοῦντος | |
40 | [αὐτ]οῦ τὰ ὡμολογημένα. οὐ λήψο[μ]αι δὲ παρὰ τῶν ἐναντίων οὐδὲ γράμμ[α]- |
[τα ο]ὐδὲ πρεσβευτὴν προ[σ]δέξομ[α]ι οὔτε αὐτὸς ἀποστελῶ πρὸς αὐτούς̣· | |
ἐάν τέ τις ἐνέγκηι μοι, τά τε γράμματ’ ἀνοίσω κατεσφραγισμένα καὶ | |
τὸν ἐνεγκόντα ἀνάξω ὡς ἂν τάχιστα δ̣ύνωμαι πρὸς Εὐμένη τὸν Φιλε- | |
ταίρου, ἢ πρ[ὸ]ς̣ ὃν ἂν ὑπολαμβάνω τάχιστ’ [α]ὐτῶι ἐμφανιεῖν πρὸς τοῦτο[ν] | |
45 | ἀνάξω καὶ ἀνοίσω. οὐδὲ κακοτεχνήσω περὶ τὸν ὅρκον τοῦτον οὐθὲν |
οὔτε τέχνηι οὔ̣τε παρευρέσει οὐδεμιᾶι. παραλύω δὲ καὶ Εὐμένη τὸ[ν] | |
Ἀττάλου τοῦ ὅρκου καὶ τοὺς μεθ’ αὐτοῦ ὀμωμοκ[ό]τας συντελεσθέν̣- | |
των τῶν ὡμολογημένων. εὐορκοῦντι μέμ μοι καὶ ἐμ̣μ̣ένοντι ἐν τῆι | |
πρὸς Εὐμένη τὸν Φιλεταίρου εὐνοίαι εὖ εἴη καὶ αὐτῶι κ̣α̣ὶ τοῖς ἐμοῖς, | |
50 | εἰ δ’ ἐφιορκοίην καὶ παραβαίνοιμί τι τῶν ὡμολογημένων, [ἐ]ξώλης ε[ἴην] |
καὶ αὐτὸς καὶ γένος τὸ ἀπ’ ἐμοῦ. ὅρκος Εὐμένους· ὀμνύω Δ[ία, Γ]ῆ̣ν̣, | |
Ἥλιον, Ποσειδῶ, Ἀπόλλω, Δήμητρα, Ἄρη, Ἀθηνᾶν ἀρείαν καὶ τὴν [Ταυροπό]- | |
λον καὶ τοὺς ἄλλους θεοὺς πάντας καὶ πάσας· εὐνοήσω Παραμ[όνωι] | |
καὶ τοῖς ἡγεμόσι καὶ τοῖς ἄλλοις τοῖς ἐμμίσθοις, τοῖς ἐν τῆι στρατηί̣[αι] | |
55 | τ̣ῆι ἐμ Φιλεταιρείαι τῆι ὑπὸ τὴν Ἴδην ὑπὸ Παράμονον ταχθε̣ῖ̣σ[ι]ν καὶ |
Ἄ̣ρκητι καὶ τοῖς ὑφ’ αὐτὸν φρουροῖς καὶ Φιλωνίδηι, καὶ τοῖς ἀμίσθοις τοῖς | |
[σ]υ̣νομωμοκόσι, τούτοις καὶ τοῖς τούτων πᾶσι, καὶ Πολυλάωι καὶ τοῖς | |
[ἡγ]εμόσι καὶ τοῖς ἄλλοις στρατιώταις τοῖς ὑφ’ αὐτὸν τασσομένοις | |
[ἐν Ἀ]τταλείαι πᾶσι καὶ πεζοῖς καὶ ἱππεῦσι καὶ Τράλεσιν, ἕως ἂν | |
60 | [σὺν ἡ]μῖν στρατεύωνται καὶ οὐκ ἐπιβουλεύσω οὐδὲ ἄλλος δι’ ἐμ[οῦ] |
[οὐθείς. ο]ὐδὲ προδώσω ὑπεναντίωι οὐθενὶ οὔτε αὐτοὺς οὔτε αὐτῶ̣[ν τὰ] | |
[πράγματα] τούτων οὐδὲ τοὺς ὑπὸ τοῦ κοινοῦ αἱρεθ̣έντας τρόπωι οὐ[θενὶ] | |
[οὐδὲ παρε]υρ̣έσει οὐ̣[δε]μιᾶι, οὐδὲ [ὅπλ]α̣ ἐναντία θ̣ήσομαι οὐδ̣ὲ #⁷[— — —] |