[ ]
Thrace — Augusta Traiana (Stara Zagora) — Seuthopolis (Kazanlak) — ca. 300-280 BC — IGBulg III,2 1731 [= ll. 27-34] — Chiron 24 (1994) 241-266 (Elvers)
See also:
1 | ἀγαθῆι τύχηι· ὅρκος Ἐπιμένει |
Βερενίκης καὶ τῶν υἱῶν· ἐπειδὴ | |
Σεύθης ὑγιαίνων παρέδωκεν | |
Ἐπιμένην Σπαρτόκωι καὶ τὰ | |
5 | ὑπάρχοντα αὐτοῦ καὶ Σπάρτοκος |
ἐπὶ τούτοις τὰ πιστὰ ἔδωκεν | |
αὐτῶι, δεδόχθαι Βερενίκῃ καὶ τοῖς | |
υἱοῖς αὐτῆς Εβρυζελμει καὶ Τηρει | |
καὶ Σατοκωι καὶ Σαδαλαι καὶ τοῖς | |
10 | [․c.3-5․]εσομένοις δεδόσθαι Ἐπιμένην |
[Σπαρ]τόκωι, αὐτὸν καὶ τὰ ὑπάρχοντα | |
αὐτοῦ εἰς ἅπαντα τὸν βίον {²⁷τὸμ βίον(?) (photo)}²⁷, | |
παρέχεσθαι δὲ καὶ Ἐπιμένην τὴν | |
χρείαν Σπαρτόκωι ἢ οἷς ἂν | |
15 | Σπάρτοκος συντάσσηι, καθ’ ὃ ἂν |
δύνηται· ἐξαγαγέτωσαν δὲ οἱ | |
Βερενίκης υἱοὶ ἐκ τοῦ ἱεροῦ τῶν | |
θεῶν τῶν Σαμοθραικίων, ἐφ’ ὧι | |
ἀδικήσουσι Ἐπιμένηγ κατὰ | |
20 | μηθένα τρόπομ μηθέν, ἀλλὰ |
παραδότωσαν Σπαρτόκωι αὐτὸν | |
καὶ τὰ ὑπάρχοντα αὐτοῦ· μηδὲ | |
τῶν ὑπαρχόντων μηδὲμ περι- | |
αιρείσθωσαν μηθὲν ἀδικοῦντι· | |
25 | ἐὰν δέ τι φαίνηται ἀδικῶν, ὑπὲρ |
τούτων ἐπιγνώμων ἔστω Σπάρτοκος· | |
τὸν δὲ ὅρκον τοῦτον γραφῆναι | |
ε̣ἰστήλας λιθίνας καὶ ἀνατεθῆναι | |
[ἐ]μ μὲγ Καβύληι εἰς τὸ Φωσφόριον καὶ | |
30 | εἰς τὴν ἀγορὰν παρὰ τὸμ βωμὸν τὸν |
τοῦ Ἀπόλλωνος, ἐν δὲ Σευθοπόλει εἰς τὸ | |
ἱερὸν τῶν Θεῶν τῶν Μεγάλων καὶ | |
εἰς τὴν ἀγορὰν ἐν τῶι τοῦ Διονύσου ἱ[ερῶι] | |
παρὰ τὸν βωμόν· εὐορκοῦσιν δὲ καὶ | |
35 | ἐ̣μμένουσιν ἐν τοῖς ὅρκοις εἴη αὐτ[οῖς] |
λώιογ καὶ ἄμεινον, παρὰ δὲ Βερενίκης | |
εἶναι αὐτῶι τοὺς ἀρχαίους ὅρκους. |