[ ] Thrace — Pautalia (Kyustendil) — Skaptopara (Blagoevgrad) — 238 AD — IGBulg IV 2236 — Chiron 24 (1994) 405-441 (Hallof)
See also:
1                           bona fortuna.
<F>ulvio Pio et <P>o<n>tio Proculo cons(ulibus) XVII kal(endis) Ian(uariis) descriptum <e>t
reco<g>nitum factum <e>x <l>ibro <li>bellorum rescript<o>rum a do-
mino n(ostro) Imp(eratore) Ca<e>s(are) M(arco) Antonio Gordiano Pio Felice Aug(usto) <e>t propo-
5 <s>it<o>rum <R>oma<e> in portico <th>ermarum Tr<a>ianar<u>m in ve<r>ba <q>(uae) i(nfra) s(cripta) s(unt).
dat(um) p<e>r Aur(elium) Purrum mil(item) coh(ortis) X <pr>(aetoriae) <p>(iae) <f>(idelis) <G>ordiana<e> <c>(enturiae) Proculi
con<vi>canu<m> et conp{p}ossess<o>rem {²⁶conpossessorem}²⁶.
col. I.8 Αὐτοκράτορι Καίσαρι Μ(άρκῳ) Ἀντωνίῳ
Γορδιανῷ Εὐσεβεῖ Εὐτυχεῖ Σεβ(αστῷ) δέησις
10 παρὰ κωμητῶν Σκαπτοπαρηνων τῶν καὶ
Γρησειτων· ἐν τοῖς εὐτυχεστάτοις καὶ
αἰωνίοις σου καιροῖς κατοικεῖσθαι καὶ
βελτιοῦσθαι τὰς κώμας ἤπερ ἀναστά-
τους γίγνεσθαι τοὺς ἐνοικοῦντας πολ-
15 λάκ(ις) ἀντέγραψας· ἔστιν γ<ὰρ> καὶ ἐπὶ τῇ τῶν
ἀνθρώπων σωτηρίᾳ τὸ τοιοῦτο καὶ ἐπὶ
τοῦ ἱερωτάτου σου ταμείου ὠφελείᾳ·
ὅπερ καὶ αὐτοὶ ἔννομον ἱκεσίαν
τῇ θειότητί σου προσκομί<ζ>ομεν εὐ-
20 χόμενοι ἱλέως ἐπινεῦσαι ἡμεῖν
δεομένοις τὸν τρόπον τοῦτον· οἰκοῦ-
μεν καὶ κεκτήμεθα ἐν τῇ προγεγραμ-
μένῃ κώμῃ οὔσῃ εὐεπεράστῳ διὰ τὸ
ἔχειν ὑδάτων θερμῶν χρῆσιν καὶ κεῖ-
25 σθαι μέσον δύο στρατοπέδων τῶν ὄν-
των ἐν τῇ σῇ Θρᾴκῃ, καὶ ἐφ’ οὗ μὲν τὸ
πάλλαι οἱ κατοικοῦντες ἀόχλητοι
καὶ ἀδειάσειστοι ἔμενον, ἀνενδεῶς̣
τούς τε φόρους καὶ τὰ λοιπὰ ἐπιτάγματα
30 συνετέλουν· ἐπεὶ δὲ κατὰ κα̣ιροὺς ε̣ἰς
<>β<ρ>ι<ν> προχωρεῖν τινες κα̣ὶ βι̣άζεσθαι
ἤρξαντο, τηνικαῦτα ἐ̣λ̣α̣ττοῦσθαι
καὶ κώμη ἤρξατο· π̣ὸ γὰρ μειλίων δύ-
ο τῆς κώμης μ̣ῶν πανηγύρ̣ε̣ως
35 ἐπιτελουμένη̣ς δια̣βοήτου οἱ ἐκ̣ε̣ῖσε
τῆς πανηγύρε̣ως εἵνεκεν ἐπιδη̣μο̣ῦ̣ν-
τες ἡμέρα̣ις̣ π̣εντεκα̣ί̣δε̣κα ἐ̣ν τῷ̣
τόπῳ τῆς πανηγύρεως οὐ̣ κα̣ταμ̣-
νουσιν, ἀλλὰ ἀπολιμπάνοντ̣ες ἐ̣πέρ-
40 χοντ̣αι εἰς τὴν ἡμετέραν κώμην
καὶ ναγκάζουσιν ἡμᾶς ξ̣ενίας α̣ὐ̣-
τοῖς παρέχειν καὶ ἕτ̣ερα πλεῖστα ες ἀ̣-
νάλη̣μψιν αὐτῶν ἄνευ ἀργ̣υρίου χ̣ο-
ρ̣ηγεῖν· πρὸς δὲ τού̣τοις καὶ στρατιῶτ̣α̣ι
45 ἀλλαχοῦ πεμπόμενοι καταλιμπά-
νοντες τὰς ἰδίας ὁδοὺς πρὸς ἡ̣μᾶς̣ π̣α̣-
ραγείνον̣ται καὶ ὁμοίως κ̣ατε̣πεγουσιν
παρέχειν αὐτοῖς τὰ̣ς̣ ξ̣ε̣ν̣ίας κα̣ὶ τὰ ἐπι-
τήδια μηδ̣εμίαν τε̣ιμὴν καταβα̣λόντες̣·
50 ἐπιδημο̣ῦσιν δὲ ὡς ἐπὶ τ̣ὸ̣ πλεῖστον
διὰ τὴν τῶν ὑδά̣των χρῆσιν̣ οἵ τε ἡ̣γού-
μενο̣ι τῆς ἐπαρχείας, ἀλ̣λὰ κ̣αὶ οἱ ἐπί-
τροποί σου· καὶ τ̣ὰς μὲν ἐξουσ̣ί̣α̣ς <ε><ξ>ε̣-
νώτατα δεχ̣όμε̣θ̣α κατ τ̣ὸ ναγκα̣ῖον,
55 τοὺς λοιποὺς ποφέ̣ρ̣ε̣ιν̣ μ̣ὴ δυνάμε-
νοι ἐνετύχομεν πλειστάκις̣ τοῖς ἡγε-
μόσι τῆ̣ς Θρᾴκης, οἵτινες ἀκολούθως
ταῖς θε̣ίαις ἐντολ̣αῖς ἐκέλευσαν ἀοχλ̣ή-
τους ἡ̣μᾶς εἶναι· ἐ̣δη̣λ̣ώσαμεν γὰρ μη-
60 κέτ̣ι ἡμᾶ̣ς δύνασθαι ὑπομένε̣ιν, ἀλ̣-
λὰ καὶ νοῦν ἔχειν συνλε̣ί̣π̣ειν καὶ τοὺ̣ς
πατρῴους θ̣ε1μελίους διὰ τὴν τ̣ῶν
ἐπερχομένων ἡμεῖν βίαν· καὶ γὰρ
ὡς ἀληθῶς ἀπὸ πολλῶν οἰκοδεσπο-
65 τῶν εἰς ἐλαχίστο̣υς κατεληλύθα-
με̣ν· καὶ χρόνῳ μέν τινι ἴ̣σχ̣υ̣σεν
τὰ προστάγματα τῶ̣ν̣ ἡγου̣μένων
col. II.68 καὶ οὐδεὶς ἡμεῖν ἐνόχλησεν οὔτε
ξενίας <αἰτή>ματι οὔτε παροχῆς ἐπι-
70 τηδείων, προϊόντων δὲ τῶν χρόνων
πάλιν ἐτόλμησαν ἐπιφύεσθαι -
μεῖν πλεῖστοι ὅσοι <τ>ῆς ἰδιωτίας
ἡμῶν καταφρονοῦντες· ἐπεὶ οὖν οὐ-
κέτι δυνάμεθα φέρειν τὰ βάρη
75 καὶ ὡς ἀληθῶς κινδυνεύομεν ὅπερ
οἱ λοιποὶ τόδε καὶ ἡμεῖς προλιπεῖν
τοὺς προγονικοὺς θεμελίους, τού-
του χάριν δεόμεθά σου, ἀνίκητε
Σεβαστέ, <>πως διὰ θείας σου ἀντιγρα-
80 φῆς κελεύσῃ<ς> ἕκαστον τὴν ἰδίαν πο-
ρεύεσθαι ὁ̣δὸν̣ καὶ μὴ ἀπολιμπάνοντας
αὐτοὺς τὰς ἄλλας κμ̣α̣ς ἐφ’ ἡμᾶς
ἔρχεσ̣θ̣α̣ι μήτε δὲ κ̣α̣τανα̣γκάζειν
ἡ̣μᾶ̣ς̣ χορηγεῖ̣ν α̣το<ῖ>ς προκα τὰ
85 ἐπιτήδια̣· ἀ̣λ̣λὰ μ̣ηδ ξενίαν αὐ̣τοῖς̣
παρέχ̣ειν, ος μή̣ ἐστιν ἀ̣νάγκη, —— ὅτι
γὰρ οἱ ἡγούμενοι πλεο̣ν̣άκις ἐκέ-
λευσαν μὴ̣ ἄ̣λλῳ παρέχεσθ̣αι ξε-
νίαν εἰ μὴ τοῖς ὑπὸ τῶν ἡ̣γ̣ουμέ-
90 νων καὶ ἐπιτρόπων ἐκπεμ-
πομένοις εἰς ὑ̣πηρεσίαν· ἐὰν δὲ
βα̣ρο̣ύ̣μεθα, φευξό̣μεθ̣α̣ ἀ̣πὸ τ̣ῶν
ο̣ἰ̣κ̣ε̣ων καὶ μεγίστ̣η̣ν̣ ζημίαν τ̣ὸ
ταμ̣εῖον περιβληθή̣σεται —— ἵν̣α
95 ἐ̣λεηθέντες διὰ τὴν θείαν σου
πρόνοιαν καὶ μείναν̣τες ἐν
τοῖς ἰδίο̣ις τούς τε ἱερ̣οὺς φόρους
κ̣αὶ τὰ λοιπὰ τελέσ̣ματα π̣αρ̣ασχεῖν
δυνησόμ̣εθα· συμβήσεται δὲ
100 τοῦτ̣ο ἡμ̣εῖν ἐν τ̣οῖς εὐτ̣υ̣χεστά-
τοις σοῦ καιρ̣οῖς, ὰν̣ κελ̣εύσῃ̣ς
τὰ̣ θεῖά σου γρμματα ἐν στ̣ή̣-
λῃ ναγραφέν̣τα δ̣ημοσίᾳ πρ̣ο-
φ[α]νεῖσθα̣ι, ἵνα̣ τούτ̣ου τυχόντε̣ς
105 τῇ Τύχῃ σου χάριν ὁμολογ̣εῖν
δυνησόμ̣εθα, ὡς καὶ νῦν καθ̣ο̣[σ]-
[ι]ωμένοι σου ποιοῦμεν.
       {²vacat 0,04
108 ạdḷegenṭ. {²vac.}² Πύρρος ὁ πρα̣[ι]τ̣ωρ̣ι̣-
 α̣νὸς ἀπὸ θ̣είας φι̣λανθ̣ρωπί-
110  ας ἐπὶ τὴν ἔντευ̣ξιν ταύ-
 τη̣ν ἐλήλυθ̣ε̣ν· [κ]α̣ὶ̣ δοκ̣εῖ δ̣έ̣
 μοι̣ θεῶν̣ τις προ̣νοήσασθαι
 τῆς παρούσης ἀξιώσεως·
 τὸ γὰρ τὸ̣ν θ̣ειότατον Αὐτ̣ο̣-
115  κράτορα περὶ τούτων πέ̣μ-
 ψαι τὴν διάγνωσιν ἐπὶ
 σὲ ἔτι δὲ ἤ̣δη φθάσαντα
 περὶ τούτ<ω>ν κα προγράμ-
col. III.119 μασιν καὶ διατάγμασιν
120 1δεδωκέναι(?), τοῦτο ἐμοὶ δο-
κεῖ τῆς ἀγαθῆς τύχης ἔργον
εἶναι· <ν> δὲ ἀξίωσις· κώ-
μη τοῦ βοηθουμένου στρα-
τιώτου ἐστ<ὶν> ἐν τῷ καλλί-
125 στῳ τῆς πολειτίας τῆς ἡμε-
τέρας τῶν Παυταλιωτῶν πόλεως
κειμένη, καλῶς μὲν τῶν ὀρῶν
καὶ τῶν πεδίων ἔχουσα,
πρὸς δὲ τούτοις καὶ θερ-
130 μῶν ὑδάτων λουτρὰ οὐ μό-
νον πρὸς τρυφήν, ἀλλὰ καὶ
ὑγείαν καὶ θεραπείαν σω-
μ̣ά̣τ̣ων̣ ἐπιτηδειότατα,
πλ̣η̣σ̣ίον δὲ καὶ πανήγυρις
135 π̣ολλκ̣ις μὲ̣ν ἐν τῷ ἔτει
συναγομ̣ένη̣ π̣ε̣ρὶ δὲ <κ>α<λ>(άνδας)
Ὀ̣κτ̣ωβρίας καὶ εἰς πε̣ντε-
καίδεκα ἡμερῶν ἀτε̣λ̣ής·
συμβέβηκ̣εν̣ τοίνυν τὰ δ̣ο̣κο̣ῦ̣ν-
140 τα̣ τῆ̣ς κώμης ταύτης πλεον-
εκτ̣ήμα̣τα τῷ χρόνῳ περι-
εληλυθ̣έναι α̣ὐτῆς εἰς ἐ-
λ̣αττώματα· —— διὰ γὰρ τὰς
προ̣ειρημένας ταύτας
145 προ̣φάσεις πολλοὶ πολλά-
κ̣ις στρατιῶται ἐνεπιδη-
μοῦντες ταῖς τε ἐπιξενώ-
σεσιν καὶ ταῖς βαρήσεσιν
ἐνοχ̣λοῦσιν τὴν κώμην·
150 κ̣[αὶ] διὰ τ̣α̣ύτα̣ς αἰτίας πρό-
τε̣ρ̣ον αὐτὴν κα̣ὶ πλουσιο-
τ̣ρ̣α̣ν̣ κ̣αὶ πολυ̣άνθρωπον
μᾶ̣λ̣[λο]ν οὖσαν νῦν εἰς ἐσχά-
τη̣ν ἀπορίαν̣ ἐλη̣λυθέναι·
155 περὶ τούτ̣ων ἐ̣δεήθη-
σαν πολλάκ̣ις̣ καὶ τῶν ἡγε-
μό̣νων, ἀ̣λλ̣ὰ̣ κ̣α̣ὶ̣ μέχρις τι-
νῶν ἴσχυ̣σ̣ε̣ν̣ α̣ὐτῶν τὰ
προστάγμα̣τ̣α, με̣τὰ δὲ
160 ταῦτα κατωλ̣ιγορήθη
διὰ τὴ̣ν συν̣ή̣θειαν τῆς
το̣ιαύτης ἐνο̣χλήσεως·
δ̣ιὰ τοῦτο ἀναγκαίως̣ κατ̣-
έφυγον ἐπὶ τὸν Σ̣ε̣βα̣σ̣τόν.
165 Imp(erator) Caeṣar M(arcus) Antonius Gordiạnuṣ Pius Felix Aug(ustus) vikanis {²⁶vicanis}²⁶ per Pyrrum mil(item) conposses-
sorẹ[m]; id genus qu[a]ẹṛellae praecibus intentum an ṾẸ․․#⁷․․․․ẠṬ iustitia prạẹṣidis
<p>ọtius ṣuper his quae adlegabuntur instructa discingere qụạm rescripto principali
certam formam reportare de%⁸⁰beas. rescrip%⁸⁰si. recọgnovi. sig̣ṇạṿị.
Search Help
Contact Us